ΕΠΙΣΤΗΜΟΝΙΚΗ ΕΚΘΕΣΙΣ ΠΕΡΙ ΤΗΣ ΟΥΣΙΑΣ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ

Share:

ΕΠΙΣΤΗΜΟΝΙΚΗ ΕΚΘΕΣΙΣ ΠΕΡΙ ΤΗΣ ΟΥΣΙΑΣ
ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ
Ἀρχιμ. Ἀθ. Ἰ. Λιμπεροπούλου, καθηγητοῦ τῆς Θεολογίας

6ον

Προσέλθωμεν αὐτῷ πόθῳ διακαεῖ καὶ σταυροειδῶς τὰς παλάμας τυπώσαντες τοῦ ἐσταυρωμένου τὸ σῶμα ὑποδεξώμεθα καὶ ἐπιθέντες ὀφθαλμοὺς καὶ χείλη καὶ μέτωπα τοῦ θείου ἄνθρακος μεταλάβωμεν, ἵνα τὸ πῦρ τοῦ ἐν ἡμῖν πόθου προσλαβὼν τὴν ἐκ τοῦ ἄνθρακος πύρωσιν καταφλέξῃ ἡμῶν τὰς ἁμαρτίας καὶ τῇ μετανοίᾳ τοῦ θείου πυρὸς πυρωθῶμεν καὶ θεωθῶμεν. Ἄνθρακα εἶδεν Ἡσαΐας· ἄνθραξ δὲ ξύλον λιτὸν οὐκ ἔστιν ἀλλ’ ἡνωμένον πυρί· οὕτω καὶ ὁ ἄρτος τῆς κοινωνίας οὐκ ἔστιν ἄρτος λιτός, ἀλλ’ ἡνωμένος θεότητι, αἷμα δὲ ἡνωμένον θεότητι, οὐ μία φύσις ἐστίν, ἀλλὰ μία μὲν τοῦ σώματος, τῆς δὲ ἡνωμένης θεότητος ἑτέρα· ὥστε τὸ συναμφότερον οὐ μία φύσις, ἀλλὰ δύο· ἄρτῳ καὶ οἴνῳ ἐδεξιοῦτο ὁ Μελχισεδὲκ τὸν Ἀβραάμ, ὁ ἱερεὺς τοῦ ὑψίστου· ἐκείνη ἡ τράπεζα ταύτην τὴν μυστικὴν προεικόνιζε τράπεζαν. Τοῦτον τὸν ἄρτον οἱ ἄρτοι τῆς προθέσεως εἰκόνιζον. Αὕτη ἡ θυσία ἡ καθαρὰ ἀπὸ ἀνατολῆς ἡλίου μέχρι δυσμῶν αὐτοῦ προσφέρεται διὰ τοῦ προφήτου, ὡς ὁ Κύριος ἔφησε. Σῶμά ἐστι καὶ αἷμα Χριστοῦ εἰς σύστασιν τῆς ἡμετέρας ψυχῆς τε καὶ σώματος χωροῦν, οὐ δαπανώμενον, οὐ φθειρόμενον, οὐκ εἰς ἀφεδρῶνα χωροῦν· (μὴ γένοιτο)· ἀλλ’ εἰς τὴν ἡμῶν οὐσίαν καὶ συντήρησιν, βλάβης παντοδαπῆς ἀμυντήριον, ῥύπου παντὸς καθαρτήριον· Καθαίρει γὰρ νόσους καὶ παντοίας ἐπιφοράς, καθὼς φησιν ὁ θεῖος Ἀπόστολος: «εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἄν ἐκρινόμεθα».

Καὶ πάλιν· Πνεῦμα ζωοποιοῦν ἐστὶν ἡ σάρξ τοῦ Κυρίου, διότι ἐκ τοῦ ζωοποιοῦ Πνεύματος συνελήφθη. Τὸ γὰρ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι.1 Σκληρὸς λοιπὸν ἐστὶν ὁ λόγος οὗτος καὶ ἀπεσύρθησαν ἐκεῖνοι καὶ ἀποσύρονται παρὰ τὴν ρητὴν ἔκφρασιν τοῦ Κυρίου «Τοῦτό ἐστι τὸ σῶμα μου». Πόσον ἀβίαστος καὶ δεδικαιολογημένη ἡ κατὰ γράμμα ἐκδοχὴ τῶν τοῦ Κυρίου ρημάτων μὴ ἐπιτρέποντος νὰ προσφύγῃ τις εἰς μεταφοράν, διότι θὰ ἠλλοιώνετο τὸ νόημα. Ὁ τρώγων μου τὴν σάρκα μεταφορικῶς σημαίνει ὁ βλάπτων μου τὴν σάρκα· ἑπομένως ἦτο ἀδύνατον νὰ εἴπῃ ὁ Κύριος «ὁ βλάπτων μου τὴν σάρκα ἔχει ζωὴν αἰώνιον»· ἑπομένως ἐπρόκειτο κατὰ γράμμα λαμβανόμενον νὰ ἔχῃ τὴν ἀληθῆ ἔννοιαν. Ὁ τρώγων μου τὴν σάρκα καὶ μετέχων δηλαδὴ τῆς θυσίας μου διὰ τῆς ἀθανάτου ταύτης βρώσεως παίρνει τὰ στοιχεῖα τῆς καλλιελαίας ἐμοῦ καὶ ἐγκεντρίζεται εἰς θεῖον ὄν, γίνεται θεῖος, γίνεται οὐράνιος, γίνεται σῶμα Χριστοῦ καὶ αἷμα Χριστοῦ περιέχον ὅλην τὴν οὐράνιον εὐγένειαν. Καὶ νῦν ἐρωτᾷς, ἀναφωνεῖ ὁ Δαμασκηνὸς «πῶς ὁ ἄρτος γίνεται σῶμα Χριστοῦ καὶ ὁ οἶνος αἷμα Χριστοῦ; Λέγω σοι κἀγώ. Πνεῦμα Ἅγιον ἐπιφοιτᾷ καὶ ταῦτα ποιεῖ τὰ ὑπὲρ λόγον καὶ ἔννοιαν· ἄρτος δὲ καὶ οἶνος παραλαμβάνεται· οἶδε γὰρ ὁ Θεὸς τὴν ἀνθρωπίνην ἀσθένειαν καὶ διὰ τῶν συνήθων τῆς φύσεως ποιεῖ τὰ ὑπὲρ φύσιν.

Οὐκ ἔστι τύπος, ὡς εἴπομεν, ὁ ἄρτος καὶ ὁ οἶνος τοῦ σώματος τοῦ Χριστοῦ (μὴ γένοιτο), ἀλλ’ αὐτὸ τὸ σῶμα τοῦ Κυρίου τεθεωμένον… Εἰ δὲ καί τινες ἀντίτυπα τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου τὸν ἄρτον καὶ τὸν οἶνον ἐκάλεσαν, ὡς ὁ θεοφόρος Βασίλειος ἔφη, οὐ μετὰ τὸ ἁγιασθῆναι εἶπον, ἀλλὰ πρὶν ἁγιασθῆναι, αὐτὴν τὴν προσφορὰν οὕτω καλέσαντες2. Ὥστε περιφανῶς ὡμολόγηται ἡ ἀλήθεια τῆς πραγματικῆς παρουσίας τοῦ Κυρίου ἐν τῇ μεταβολῇ τῶν στοιχείων τοῦ ἄρτου καὶ τοῦ οἴνου εἰς σῶμα καὶ αἷμα Χριστοῦ.

Σημειώσεις:

  1. Δαμασκηνοῦ βιβλ. Δ΄ σελ. 174.
  2. Δαμασκηνοῦ βιβλ. Δ΄ σελ. 174.
Previous Article

ΠΑΤΕΡΙΚΑΙ ΔΙΔΑΧΑΙ

Next Article

ΔΙΔΑΓΜΑΤΑ ΕΚ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ