Περί τοῦ Τιμίου Σταυροῦ

Share:

Ἁγίου Νεκταρίου Πενταπόλεως

1ον

1. Περὶ τοῦ σεβασμοῦ τῶν πιστῶν εἰς τὸν ζωοποιὸν τοῦ Κυρίου Σταυρόν, καὶ ὅτι ἀποστολικὴ ἐστι παράδοσις τὸ σημαιοῦσθαι τῷ σημείῳ τοῦ Σταυροῦ καὶ πανταχοῦ εἰκονίζειν καὶ γράφειν αὐτόν.

(Ἀπόσπασμα)

Ὁ σεβασμός τῶν πιστῶν εἰς τὸν ζωοποιὸν τοῦ Κυρίου

  Σταυρόν ἦν εὐθὺς ἐξ ἀρχῆς μέγας. Ὁ Ἀπόστολος Παῦλος ἐν τῇ Α΄. Πρὸς Κορινθίους (Α΄ 18) συν­ιστᾷ τὸ σημεῖον τοῦ τιμίου Σταυροῦ τοῖς πιστοῖς, ὡς δύναμιν Θεοῦ, λέγων: «ὁ λόγος γὰρ ὁ τοῦ Σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι». Οἱ χριστιανοὶ τὴν περὶ Σταυροῦ διδασκαλίαν τῶν Ἀποστόλων μετ’ εὐλαβείας τηροῦντες ἐτίμων τὸ σημεῖον καὶ τὸν τύπον τοῦ Τιμίου Σταυροῦ καὶ ἐπίστευον εἰς τὴν ἀπολυτρωτικὴν καὶ ζωοπάροχον Αὐτοῦ δύναμιν. Τὸ ἐξεικόνισμα καὶ τὸ ἐπισφράγισμα τοῦ τιμίου Σταυροῦ ἐπιστεύετο καὶ ἦν αὐτοῖς ὅπλον ἀήττητον κατὰ τῶν ἐπιβουλῶν τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Ἐντεῦθεν ὁ ἰδιάζων σεβασμὸς καὶ ἡ ἐξαιρετικὴ τιμὴ ἡ ἀποδιδομένη πρὸς Αὐτὸν ἀπὸ τῶν πρώτων τῆς ἐκκλησίας αἰώνων.

 Οἱ ἀρχαιότατοι τῆς Ἐκκλησίας Πατέρες ἀνάγουσι τὸν σεβασμὸν καὶ τὴν προσκύνησιν τοῦ Τιμίου Σταυροῦ εἰς τὴν Ἀποστολικὴν παράδοσιν. Ὁ Τερτυλλιανὸς (de corona militis III) ζήσας κατὰ τὰ μέσα τῆς δευτέρας καὶ τρίτης ἑκατονταετηρίδος (160 – 245) λέγει ὅτι ὁ τύπος τοῦ Σταυροῦ ἦτο ἐν χρήσει εἰς πάσας τοῦ βίου τὰς περιστάσεις· ἔτι καὶ εἰς τὰς ἐλαχίστου ἐνδιαφέροντος· οἷον ὅταν ἠγείροντο ἐκ τῆς κλίνης, ὅταν ἐνεδύοντο τὰ ἱμάτια αὐτῶν, ὅταν ἐκοιμῶντο, ὅταν ἐξήρχοντο τῆς οἰκίας, ὅταν ἤναπτον τὸν λύχιον, ἐπίσης ἐν τῇ τραπέζῃ ὅτε καὶ ἑαυτοὺς καὶ τὰ τρόφιμα ἐσφράγιζον διὰ τοῦ τύπου τοῦ τιμίου Σταυροῦ· καὶ ἐν συντόμῳ εἰπεῖν τὸ σημεῖον καὶ ὁ τύπος τοῦ τιμίου Σταυροῦ ἐν πάσει ἐπιχειρήσει ἦτο ἡ ἀφετηρία καὶ ὁ πρόδρομος. Ἰγνάτιος δὲ ὁ Θεοφόρος ἐν τῇ πρὸς Φιλιππησίους αὐτοῦ ἐπιστολῇ σελ. 36 λέγει· «ὁ γὰρ ἄρχων τοῦ κόσμου τούτου χαίρει ὅταν τις ἀρνεῖται τὸν Σταυρόν· ὄλεθρον γὰρ ἑαυτοῦ γινώσκει τὴν ὁμολογίαν τοῦ Σταυροῦ· τοῦτο γὰρ ἐστι τὸ τρόπαιον κατὰ τῆς αὐτοῦ δυνάμεως, ὅπερ ὁρῶν φρίττει καὶ ἀκούων φοβεῖται». Τὴν κοινὴν χρῆσιν τοῦ ἱεροῦ τούτου σημείου περιγράφει ἡμῖν ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ὡς ἑξῆς: Τὸ ἐπάρατον τοῦτο ἀπευκταῖον, τὸ τῆς ἐσχάτης τιμωρίας σύμβολον, νῦν γέγονε ποθεινὸν καὶ ἐπέραστον· οὐδὲ γὰρ οὕτω στέφανος βασιλικὸς καλλωπίζει κεφαλήν, ὡς Σταυρός, παντὸς κόσμου τιμιώτερος ὤν. Καὶ ὅ ἅπαντες ἐπεφρίκεσαν πρώην, τοῦτο νῦν τὸ σχῆμα οὕτως ἐστὶν ἅπασι περιμάχητον, ὡς πανταχοῦ τοῦτο εὑρίσκεσθαι, παρ’ ἄρχουσι, παρ’ ἀρχομένοις, παρὰ γυναιξί, παρ’ ἀνδράσιν, παρὰ παρθένοις, παρὰ γεγαμημέναις, παρὰ δούλοις, παρ’ ἐλευθέροις· καὶ γὰρ συνεχῶς αὐτὸ ἅπαντες ἐγχαράττουσιν ἐπὶ τοῦ τῶν μελῶν ἡμῶν ἐπισημοτέρου μέρους, καὶ ὥσπερ ἐν στήλῃ ἐπὶ μετώπου καθ’ ἑκάστην ἡμέραν διατυπούμενον περιφέρουσιν. Οὗτος ἐν τῇ ἱερᾷ τραπέζῃ· οὗτος ἐν ταῖς τῶν ἱερέων χειροτονίαις. οὗτος πάλιν μετὰ τοῦ σώματος τοῦ Χριστοῦ ἐπὶ τὸ μυστικὸν δεῖπνον διαλάμπει· τοῦ­τον πανταχοῦ χορεύοντα ἴδει τις ἄν, ἐν οἰκίαις, ἐν ἀγοραῖς, ἐν ἐρημίαις, ἐν ὁδοῖς, ἐν ὄρεσιν, ἐν νάπαις, ἐν βουνοῖς, ἐν θαλάττῃ καὶ πλοίοις καὶ νήσοις· ἐν κλίναις, ἐν ἱματίοις, ἐν ὅπλοις, ἐν παστάσιν, ἐν συμποσίοις, ἐν σκεύεσιν ἀργυροῖς, ἐν χρυσέοις, ἐν μαργαρίταις, ἐν τοίχων γραφαῖς, ἐν σώμασιν ἀλόγων πολλὰ πεπονηκότων, ἐν σώμασιν ὑπὸ δαιμόνων πολιορκουμένοις, ἐν πολέμοις ἐν εἰρήνῃ, ἐν ἡμέραις ἐν νυξίν, ἐν τρυφώντων χορείαις, ἐν σκληραγωγημένων φρατρίαις». Καὶ ἀλλαχοῦ ὡσαύτως: «Πάντες ἐπὶ μετώπου Σταυρὸν περιφέρομεν, οὐ μόνον οὐκ αἰσχυνόμενοι, ἀλλὰ καὶ ἐγκαλλωπιζόμενοι τούτῳ· οὐ γὰρ ἰδιῶται μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τὰ διαδήματα περικείμενοι ἐπὶ τοῦ μετώπου ὑπὲρ τὰ διαδήματα αὐτὸν βαστάζουσι» (Χρυσ. εἰς Ψαλμ. ρι΄). «Πανταχοῦ τὸ σύμβολον ἡμῖν τοῦ Σταυροῦ παρίσταται· διὰ τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τοίχων καὶ ἐπὶ θυρίδων, καὶ ἐπὶ τῶν μετώπων καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς» (Χρυσ. εἰς τὴν προσκυν. τοῦ τιμίου Σταυροῦ τόμ. Ε΄ ὁμιλ. ρλθ΄ ἐκδ. Ἐτώνης 1612 σελ. 879).

  «Τοῦτον (τὸν Σταυρὸν) καὶ ἐπὶ κλίνης, καὶ ἐπὶ τραπέζης προσφέρομεν καὶ πανταχοῦ οὗπερ ἄν ὦμεν» (αὐτόθι σελ. 881). Σωζόμενος δὲ ὁ ἱστορικὸς ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ (Α΄ § η΄). λέγει περὶ τοῦ Μ. Κωνσταντίνου ὅτι «τὰ τῶν στρατιωτῶν ὅπλα τῷ συμβόλῳ τοῦ Σταυροῦ κατεσήμαινεν».

  Ἡ θεωρία ἄρα τινῶν νεωτέρων ὅτι τὴν ἀποδιδομένην τιμὴν εἰς τὸν τίμιον τοῦ Κυρίου Σταυρὸν ἤ εἰς τὸν τύπον τοῦ τιμίου Σταυροῦ ἐξεῦρε πρῶτος ὁ Μέγας Κωνσταντῖνος, ὡς ἤδη ἀπεδεί­χθη καὶ ὡς θέλει ἀποδειχθῇ κατωτέρω, εἶναι λίαν ἐσφαλμένη.

  Ὁ Μ. Κωνσταντῖνος εὗρε τὴν χρῆσιν τοῦ Τιμίου Σταυροῦ κοινὴν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἐν τῇ Ἐκκλησίᾳ καὶ ταύτῃ ἑπομένως ἐτίμησε τὸ σημεῖον τὸ τοῦ τιμίου Σταυροῦ, ὅν διὰ τὴν γενομένην αὐτῷ ἀποκάλυψιν ἀνύψωσε καὶ εἰς σύμβολον τῆς νέας αὐτοῦ χριστιανικῆς βασιλείας.

  2. Περὶ τοῦ τιμίου Σταυροῦ ἐκ τῶν ἱερῶν κανόνων καὶ ἐκ τῶν ἱερῶν Πατέρων

  Περὶ τῆς προσκυνήσεως τοῦ τιμίου Σταυροῦ ὁρίζουσιν οἱ ἱεροὶ κανόνες τῶν θεοφόρων Πατέρων τὰ ἑξῆς: «Τὸν τοῦ τιμίου Σταυροῦ τύπον ἐκ δύο ξύλων συνάπτοντες, ἡνίκα τις ἡμῖν τῶν ἀπίστων ἐγκαλέσειεν, ὡς ξύλον προσκυνοῦσι, δυνάμεθα τὰ δύο ξύλα χωρίσαντες καὶ τὸν τύπον τοῦ Σταυροῦ διαλύσαντες· ταῦτα νομίζειν ἀργὰ ξύλα καὶ τὸν ἄπιστον ἐπιστομίζειν, ὅτι οὐ τὸ ξύλον, ἀλλὰ τὸν τοῦ Σταυροῦ τύπον σεβόμεθα» (Σύντα­γμα Ἱερῶν Κανόνων, Ράλλη- Ποτλῆ, τόμ. 6, σελ. 248).

  Καὶ ὁ ΟΓ΄ Κανὼν τῆς ἐν Τρούλλῳ Συνόδου ὁρίζει τὰ ἑξῆς: «Τοῦ ζωοποιοῦ Σταυροῦ δείξαντος ἡμῖν τὸ σωτήριον, πᾶσαν σπουδὴν ἡμᾶς τιθέναι χρὴ τοῦ τιμὴν τὴν ἀξίαν ἀποδιδόναι τῷ δι’ οὗ σεσώσμεθα τοῦ παλαιοῦ παραπτώματος. Ὅθεν καὶ νῷ καὶ λόγῳ καὶ αἰσθήσει τὴν προσκύνησιν αὐτῷ ἀπονέμοντες, τοὺς ἐν τῷ ἐδάφει τοῦ Σταυροῦ τύπους ὑπὸ τινων κατασκευαζομένους ἐξαφανίζεσθαι παντοίως προστάσσομεν, ὡς ἂν μὴ τῇ τῶν βαδιζόντων καταπατήσει τὸ τῆς νίκης ἡμῶν τρόπαιον ἐξυβρίζοιτο. Τοὺς οὖν ἀπὸ τοῦ νῦν τοῦ Σταυροῦ τόπον ἐπὶ ἐδάφους κατασκευάζοντας, ὁρίζομεν ἀφορίζεσθαι».

  Φώτιος δὲ ὁ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως ἐν ἐπιστολῇ Α΄. λέγει: «Τὸν τίμιον Σταυρὸν προσκυνοῦμεν, ἐν ᾧ τὸ δεσποτικὸν ἐξετανίσθη σῶμα. Καὶ τὸ τοῦ κόσμου καθάρσιον ἀνέβλυσεν αἷμα· καὶ ἡ τοῦ ξύλον φύσις ταῖς ἐκεῖθεν ῥοαῖς ἀρδευθεῖσα, τὴν ἀγήρῳ ζωὴν ἐβλάστησεν ἀντὶ τοῦ θανάτου. Οὕτω τὸν τύπον τοῦ Σταυροῦ προσκυνοῦμεν, δι’ οὗ δαιμόνων ἐλαύνεται στίφη, καὶ πάθη θεραπεύεται ποικίλα τῆς ἅπαξ ἐν τῷ πρωτοτύπῳ χάριτος καὶ δυνάμεως ἐνεργηθείσης καὶ μέχρις αὐτῶν τῶν τύπων, μετὰ τῆς ὁμοίας ἐνεργείας συμπροϊούσης (Φωτίου, Ἐπιστ. ἔκδ. Λονδίνου 1651 σελ. 16-17).

  Καὶ Ἱερώνυμος πρεσβύτερος Ἱεροσολύμων περὶ προσκυνήσεως τοῦ τιμίου Σταυροῦ προβληθείσης αὐτῷ τῆς ἑξῆς ἐρωτήσεως:

  «Τῆς Γραφῆς ὑμῶν μηδαμοῦ ἐπιτρεπούσης ὑμῖν προσκυνεῖν τὸν Σταυρόν, τίνος χάριν λοιπὸν αὐτὸν προσκυνεῖτε; Εἴπατε ἡμῖν τοῖς Ἰουδαίοις καὶ Ἕλλησι καὶ πᾶσι τοῖς ἐπερωτῶσιν ὑμᾶς ἔθνεσιν» ἔδωκε τὴν ἀπόκρισιν ταύτην: «Διὰ τοῦτο, ὦ ἀνόητοι καὶ ἀναιδεῖς τῇ καρδίᾳ, τάχα συνεχώρησεν ὁ Θεὸς παντὶ ἔθνει σεβομένῳ τὸν Θεόν, πάντως προσκυνεῖν τι ἐπὶ τῆς γῆς ἔργον ἀνθρώπου ὑπάρχον, ἵνα μηκέτι δύνωνται ἐγκαλεῖν τοῖς χριστιανοῖς περὶ τοῦ Σταυροῦ, καὶ τῆς τῶν εἰκόνων προσκυνήσεως. Ὥσπερ οὖν ὁ Ἰουδαῖος προσεκύνει τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὰς δύο πλάκας, ἅς ἐλάξευσε Μωϋσῆς, μηδαμοῦ ἐπιτραπεὶς ὑπὸ τοῦ Θεοῦ ταῦ­τα προσκυνεῖν ἢ ἀσπάζεσθαι· οὕτω καὶ οἱ χριστιανοὶ οὐχ’ ὡς Θεὸν τὸν Σταυρὸν ἀσπαζόμεθα, ἀλλὰ δεικνύντες τὴν τῆς ψυχῆς ἡμῶν γνησίαν πρὸς τὸν σταυρωθέντα διάθεσιν» (Ἑλλ. Πατρολογία Migne τόμ. 40 σελ. 865).

Previous Article

Eπίθεση εξτρεμιστών εποίκων στην Εκκλησία του Αγίου Πνεύματος και στον ”Ελληνικό Κήπο” του Όρους Σιών στην Ιερουσαλήμ

Next Article

Το Ζωγράφειο Λύκειο Κων/πολης και η πολύχρονη προσφορά του…