Ὅταν Μητροπολίτης ἐδίκασεν εἰς Ἱεροσόλυμα τὸν «Οἰκουμενικόν»

Share:

Συχνὰ ἀκοῦμε ὅτι ὁ Οἰκουμενικὸς Πατριάρχης ἔχει τὸ ἀποκλειστικὸ προνόμιο νὰ συγκαλέσει Σύνοδο ἢ νὰ δεχτεῖ «ἔκκλητον». Αὐτὸ ἔχει ἐλάχιστη βάση στὸ κείμενο τῶν Ἱερῶν Κανόνων (ὅταν κανεὶς τοὺς ἐξετάσει χωρὶς οὐσιαστικὴ ἱστορικὴ καὶ ἑρμηνευτικὴ παίδευση) καὶ ἐπίσης ὁδηγεῖ στὸ πρακτικὸ πρόβλημα τοῦ τί πρέπει νὰ κάνει κανεὶς, ὅταν ἕνας Πατριάρχης Κωνσταντινουπόλεως προωθεῖ τὴν αἵρεση. Αὐτό, βέβαια, συνέβαινε πολλὲς φορὲς μέσα σὲ ὅλη τὴν ἱστορία, συμπεριλαμβανομένης τῆς ἐποχῆς ποὺ ἡ Κωνσταντινούπολη, ὑποστηριζόμενη ἀπὸ τὴν αὐτοκρατορικὴ ἐξουσία, ἐπέβαλε τὸν Μονοθελητισμὸ καὶ τὴν Εἰκονομαχία.
Οἱ Ὀρθόδοξοι πιστοὶ ἀντιμετώπισαν ἐπίσης αὐτὸ τὸ πρόβλημα μετὰ τὴ Σύνοδο τῆς Φλωρεντίας, ὅταν ὁ αὐτοκράτορας καὶ σχεδὸν ὅλοι οἱ ἐπίσκοποι τῆς Ἐκκλησίας τῆς Κωνσταντινούπολης συμφώνησαν σὲ μία ψευδῆ ἕνωση μὲ τὴ Ρώμη. Λόγῳ τῶν δύσκολων συνθηκῶν τῆς κυριαρχίας τῶν Μαμελούκων στοὺς χριστιανοὺς τῆς Μέσης Ἀνατολῆς, τὰ Πατριαρχεῖα Ἀλεξανδρείας, Ἀντιόχειας καὶ Ἱεροσολύμων δὲν ἔστειλαν ἀντιπροσώπους, ὁπότε οἱ ἐπίσκοποι ποὺ παρευρίσκονταν ἤδη στὴ Σύνοδο ὀνομάστηκαν ἐκπρόσωποί τους. Ὡς τὸ θέλησε ἡ πρόνοια τοῦ Θεοῦ, ἕνας ἀπὸ τοὺς ἐκπροσώπους αὐτῶν τῶν πατριαρχῶν ἦταν ὁ Ἅγιος Μᾶρκος τῆς Ἐφέσου, ὁ μόνος ἐπίσκοπος ποὺ ἦταν παρὼν καὶ ἀρνήθηκε νὰ ὑπογράψει τὴν πράξη τῆς ἕνωσης τὸ 1439.
Στὶς ἀρχὲς τοῦ 1443 ὁ Ἀρσένιος, ὁ Μητροπολίτης τῆς Καισάρειας τῆς Καππαδοκίας, ὁ ὁποῖος βρισκόταν στὴ δικαιοδοσία τῆς Κωνσταντινούπολης, ἀλλὰ σὲ ἐδάφη ποὺ εὑρίσκονταν ἤδη καιρὸ ὑπὸ μουσουλμανικὸ ἔλεγχο, ἐπισκέφθηκε τὴν Ἱερουσαλὴμ δῆθεν, γιὰ νὰ προσκυνήσει τοὺς Ἁγίους Τόπους. Φαίνεται, ὡστόσο, ὅτι τὸ πραγματικό του κίνητρο ἦταν τὸ πρόβλημα ποὺ εἶχε μὲ τοὺς ὑποκειμένους ἐπισκόπους του, οἱ ὁποῖοι εἶχαν διοριστεῖ ἀπὸ τὸν ἑνωτικὸ Πατριάρχη Κωνσταντινουπόλεως, τὸν Μητροφάνη τὸν Β΄. Ὅταν ἔφτασε στὴν ἱερὴ πόλη, ὁ Ἀρσένιος ὑπέβαλε καταγγελία στὸν Πατριάρχη Ἰωακεὶμ τῆς Ἱερουσαλὴμ ἐναντίον τοῦ Πατριάρχη του καὶ τῶν Ἐπισκόπων του ὁπότε ὁ Ἱεροσολύμων Ἰωακεὶμ συγκάλεσε Σύνοδο, γιὰ νὰ ἀντιμετωπίσει τὸ ζήτημα, στὴν ὁποία συμμετεῖχαν οἱ Πατριάρχες Ἀλεξανδρείας Φιλόθεος καὶ Ἀντιοχείας Δωρόθεος Β΄. Αὐτὴ ἡ Σύνοδος ἀποφάνθηκε ὑπὲρ τοῦ Ἀρσένιου, ὄχι μόνο προσωρινὰ ἀφορίζοντας καὶ καθαιρώντας ὅλους τούς ἑνωτικοὺς κληρικοὺς ἀπὸ τὶς ἱερὲς τάξεις τοῦ κλήρου ἕως ὅτου συγκληθεῖ Οἰκουμενικὴ Σύνοδος, ἀλλὰ ἐξουσιοδοτώντας τὸν Ἀρσένιο νὰ ἐνεργήσει ἐξ ὀνόματός τους, γιὰ νὰ κηρύξει τὴν Ὀρθοδοξία καὶ νὰ ἐπιβάλει ποινὲς σὲ τέτοιου εἴδους κλῆρο ὁπουδήποτε χωρὶς ἐδαφικὸ περιορισμό.
Ἰδοὺ ἡ ἀπόφαση τῆς Συνόδου καὶ ἡ περιγραφὴ τῶν γεγονότων ἀπὸ τὸν Ἀρχιεπίσκοπο Ἀθηνῶν καὶ πάσης Ἑλλάδος Χρυσόστομο Παπαδόπουλο στὸ πόνημά του, ποὺ συνέγραψε ὡς Καθηγητὴς τῆς Θεολογικῆς Σχολῆς Ἀθηνῶν, «Ἱστορία τῆς Ἐκκλησίας τῶν Ἱεροσολύμων» (σ. 439-442):
«Κατὰ τὴν ἐποχὴν ταύτην (1439) συνεκροτήθη ἡ ἐν Φλωρεντίᾳ ληστρικὴ Σύνοδο. Εὐτυχῶς δὲ τοποτηρητὴς ἐν αὐτῇ τῆς Ἐκκλησίας Ἱεροσολύμων ὑπῆρξεν ὁ Μᾶρκος Εὐγενικὸς (+1443), μὴ ὑπογράψας τὸν ὅρον αὐτῆς. Πρὸς ἐπίσημον δὲ αὐτῆς καταδίκην ὁ Ἰωακεὶμ ἤδη κατὰ τὸ 1443 συνεκάλεσεν ἐν Ἱερουσαλὴμ Σύνοδον, εἰς ἥν παρέστησαν οἱ Πατριάρχαι Ἀλεξανδρείας Φιλόθεος (1435-1459) καὶ Ἀντιοχείας Δωρόθεος (1435-1452) πρὸς δὲ τούτοις ὁ Μητροπολίτης Καισαρείας Ἀρσένιος. Ἀξιοσημείωτος δὲ εἶνε ὁ ὅρος τῆς Ἱεροσολυμιτικῆς ταύτης Συνόδου ἔχων ὡς ἑξῆς κατὰ τὸ ἀκριβέστερον αὐτοῦ κείμενον:
«Ἐπειδὴ ἧκε καὶ ὁ πανιερώτατος μητροπολίτης ἐνταῦθα τῆς ἁγιωτάτης μητροπόλεως Καισαρείας Καππαδοκίας, ὁ καὶ πρωτόθρονός τε καὶ ἔξαρχος πάσης Ἀνατολῆς, ἅμα μὲν προσκυνῆσαι τὸν πάνσεπτον καὶ θεῖον τοῦ Κυρίου ἡμῶν Χριστοῦ Τάφον, καὶ τοὺς ἐν Ἱεροσολύμοις ἱστορῆσαι ἱεροὺς τόπους, πρὸς οὕς ἐτελέσθησαν τὰ παράδοξα τῆς Χριστοῦ οἰκονομίας μυστήρια. Ἅμα δὲ κοινώσασθαι πρὸς ἡμᾶς καὶ τὸ τῆς Ὀρθοδοξίας καὶ εὐσεβείας χριστιανῶν μέγα μυστήριον, καὶ δηλοποιῆσαι τὰ ἐν Κωνσταντινουπόλει σκάνδαλα πάντα διὰ τὴν συναθροισθεῖσαν κουστωδίαν, ἤτοι μιαράν Σύνοδον ἐν τῇ Φλωρεντίᾳ τῆς Ἰταλίας, τὴν τὰ τῶν Λατίνων σὺν τῷ Εὐγενίῳ πάπᾳ δοξάσασαν ἅπερ οὐκ ἔδει, τὴν τε προσθήκην δηλαδὴ ἐν τῷ τῆς πίστεως Συμβόλῳ καὶ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται καὶ ἐκ τοῦ Υἱοῦ, τὰ τε ἄζυμα συγχωρήσασαν πρὸς ἡμῶν θύεσθαι, καὶ μνημονεύει διὰ τούτων τὸν πάπαν. Ἔτι τε τ’ ἄλλα ὅσα παρὰ κανόνας ἄθεσμα ἐκείνῳ συγκατατεθεῖσαν καὶ στέρξασαν.
Καὶ ὅπως ὁ Κυζίκου Μητροφάνης ληστρικῶς τὸν τὴν Κωνσταντινουπόλεως θρόνον ἥρπασε, συναινῶν τοῖς τε αἱρετικοῖς καὶ τῷ εἰρημένῳ πάπᾳ, καὶ βασιλεῖ τῶν Ρωμαίων Ἰωάννῃ τῷ Παλαιολόγω, τῷ λατινόφρονι. Καὶ τοὺς μὲν πιστοὺς τε καὶ ὀρθοδόξους ἀπειλῶν, διώκων, τιμῶν, ὡς τῆς αὐτοῦ αἱρέσεως σύμφρονας, καὶ ὑπερεκπερισσοῦ μάλιστα περιποιούμενος τούτους κατὰ ἀντιπάθειαν τῆς ὀρθοδοξίας καὶ εὐσεβείας. Ὡς ἐκ τούτου τοῦ τρόπου καὶ μητροπολιτίδια βέβηλα, καὶ μιαρὰ ἐπισκοπίδια πανταχοῦ εἰς τοὺς θείους καὶ ἁγίους θρόνους τῆς ἁγίας καὶ Μεγάλης Ἐκκλησίας Κωνσταντινουπόλεως προχειρισάμενος ἔπεμψεν, ὡς ὑποκειμένους αὐτοῦ τάχα τῇ ἐνορίᾳ.
Ἔδειξεν οὖν ὁ εἰρημένος πανιερώτατος μητροπολίτης κύριος Ἀρσένιος, ὡς οὐ μόνον πρὸς τὰς ἄλλας Ἐκκλησίας ὁ Μητροφάνης πατριάρχης καὶ παρανόμους χειροτονίας λατινοφρόνως παρέπεμψεν, ἀλλ’ ἤδη καὶ πρὸς τὴν ἐπαρχίαν τῆς Ἀνατολῆς πάσης τέτταρα ὁ ἀχειροτόνητος κεχειροτόνηκε μητροπολιτίδια καὶ ἐπισκοπίδια, πρὸς τὰ τὴν Ἀμάσειαν δηλονότι, Νεοκαισάρειάν τε, Τύαννα, καὶ Μωκισσόν, τὰ τῶν Λατίνων πάντα καὶ φρονοῦντα καὶ πράττοντα. Ἅπερ δὴ οὐ μόνον ἐν ἑαυτοῖς κατέχειν ἀνέχονται τὴν ἰδίαν φθορὰν καὶ ἀπώλειαν, ἀλλὰ γε μετὰ τὴν τοσαύτην τόλμαν, καὶ τοὺς ὑπὸ τὴν τοῦ Χριστοῦ ποίμνην ἅπαντας ἐκεῖσε χριστιανοὺς ὄντας ἀπατῶντας καὶ διαφθείροντας, καὶ πολλὰ τῇ ὀρθοδόξῳ Ἐκκλησίᾳ σκάνδαλα προξενοῦντας.
Καὶ διὰ τοῦτο ὁ εὐσεβὴς καὶ πιστότατος καὶ τῆς ὀρθοδοξίας ἁπάσης ὑπέρμαχός τε καὶ ζηλωτὴς οὑτοσί, ὁ εἰρημένος πανιερώτατος μητροπολίτης Καισαρείας Καππαδοκίας, μὴ ἀνεχόμενος ὁρᾶν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καινοτομίαν καὶ λύμην τῶν ἑτεροδόξων πρὸς τὴν ὀρθοτάτην καὶ ὑγιαίνουσαν ἡμῶν πίστιν, ἠξίωσε συνοδικὴν λαβεῖν γνώμην παρ’ ἡμῶν τῶν τριῶν ὀρθοδόξων ἀρχιερέων τῶν ἐν τῇ Συρίᾳ, τοῦ τε δηλονότι Φιλοθέου Ἀλεξανδρείας, Ἰωακεὶμ Ἱεροσολύμων καὶ Δωροθέου Ἀντιοχείας, ὅπως ἀποσοβήσῃ τούς μὴ ὀρθῶς φρονοῦντας ἐκ πάσης τῆς ἐπαρχίας αὐτοῦ, ὡς ὅτι πρωτογενέστερος καὶ ὀρθόδοξος οὗτος.
Ἔνθεν τοι καὶ ὁρίζομεν ἡμεῖς συνοδικῶς ὁμοῦ ἐν τῷ ὀνόματι τῆς ὁμοουσίου τε καὶ ζωαρχικῆς καὶ ἀδιαιρέτου καὶ ἁγίας Τριάδος, τοὺς μὴ δι’ ἀρετὴν καὶ εὐσέβειαν χειροτονηθέντας μητροπολίτας τε καὶ ἐπισκόπους πανταχοῦ καὶ ἐν πάσῃ, ἔτι τε ἡγουμένους ὁμοῦ καὶ πνευματικοὺς τάχα, ὡσαύτως τε ἱερεῖς καὶ διακόνους καὶ πάσης ἐκκλησιαστικῆς ἁπλῶς ψήφου, ἀλλὰ βεβήλους ὄντας καὶ ἀναξίους, τὸν δὲ τῆς αἱρέσεως καὶ διωγμοῦ τῆς ὀρθοδοξίας δραξαμένους καιρὸν μόνον ἔδραμον ἀναξίως, κενοδοξίας μόνης καὶ αἱρέσεως τρόπῳ πρὸς ἐπισκοπάς τε καὶ μητροπόλεις, ὡς δῆθεν τάχα σωτῆρες ψυχῶν, ἵνα σὺν αὐτοῖς μᾶλλον φθείρωσι καὶ τὸ τοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν ἅπαν ὀρθόδοξον ποίμνιον, μηδόλως φόβον Θεοῦ, καὶ δικαιοσύνης, καὶ εὐσεβείας κεκτημένους καρπόν, ἀλλὰ καταφρονητάς καὶ ἀναιδεῖς ὄντας πρὸς εὐσέβειαν πᾶσαν, τούτους ὁρίζομεν ἀπὸ τῆς σήμερον ἀργοὺς καὶ ἀνιέρους εἶναι πάσης ἱεροπραξίας καὶ ἐκκλησιαστικῆς καταστάσεως, ἄχρις ἂν ἐξετασθῇ ἡ εὐσέβεια κοινῶς τε καὶ οἰκουμενικῶς. Οὕτω μὲν οὖν τούτοις πεισθέντες, ἔστωσαν ἀργοὶ καὶ ἀνίεροι. Ἀνταίροντες δὲ καὶ ἀνθιστάμενοι ληστρικῶς τε καὶ παρανόμως, ἔστωσαν καὶ ἀφορισμένοι, καὶ κεχωρισμένοι, καὶ ἠλλοτριούμενοι τῆς ἁγίας καὶ ὑπερουσίου καὶ ὁμοουσίου Τριάδος ὡς ἀπειθεῖς καὶ ἀντίλογοι. Ὥσαύτως δὲ καὶ οἱ τούτους σεβόμενοι καὶ συναινοῦντες ἐν τοῖς τοιούτοις καὶ ὑπερασπίζοντες.
Ἀποκαθιστῶμεν δ’ ὅμως κήρυκα τῆς εὐσεβείας καὶ ὀρθοδοξίας τὸν ἄνωθεν εἰρημένον πανιερώτατον μητροπολίτην ὑπέρτιμον καὶ ἔξαρχον πάσης Ἀνατολῆς κηρῦξαι πανταχοῦ τὴν εὐσέβειαν, μὴ αἰδούμενον πρὸς ἀλήθειαν πρόσωπον βασιλέως ἢ πατριάρχου τοῦ μὴ ὀρθῶς φρονοῦντος ἢ πράττοντος, μηδὲ πλουσίου καὶ ἄρχοντος ἢ τοῦ τυχόντος ἀνθρώπου, ἀλλὰ παρρησίᾳ τὴν πίστιν καὶ ὀρθοδοξίαν κατέχοντα ἀφόβως καὶ ἀδιστάκτως, κατὰ τὴν ἐντολήν, ἔχειν αὐτὸν ἄδειαν ἀπὸ τοῦ νῦν ἕνεκεν εὐσεβείας ἐλέγξαι, ἐπιτιμῆσαι, καὶ διορθῶσαι τούς μὴ ὀρθῶς φρονοῦντας ἐν παντὶ τόπῳ, ἐφ’ ὅσον ἂν ἰσχύῃ ὁδεύειν, παρ’ ἡμῶν αὐτῶν εἰληφῶς τὴν συγγνώμην διὰ τῆς δοθείσης ἡμῖν χάριτος καὶ δυνάμεως τοῦ παναγίου πνεύματος. Ὀφείλοντα καὶ αὐτὸν τηρῆσαι ἀδωροδοκήτως τε καὶ ὀρθῶς τὴν εὐσέβειαν, οὐ ἕνεκεν ἐπεδόθη αὐτῷ καὶ ἡ ἔγγραφος ἡμῶν γνώμη, συνοδικῶς ὑπογραφεῖσα ἰδιοχείρως. Ἐν μηνὶ Ἀπριλίῳ τοῦ 6951 (=1443) ἔτους ἰδικτιῶνος 6ης».
Πηγή: Ἱστοσελίς orthodoxsynaxis.com, 26.11.2019.

Previous Article

Xορηγός της «ουκρανικής αυτοκεφαλίας» ήταν οι ΗΠΑ

Next Article

Εκτρώσεις: ΠΡΟΒΛΗΜΑΤΙΣΜΟΙ, ΘΕΡΑΠΕΙΑ και ΑΠΟΚΑΤΑΣΤΑΣΗ

Διαβάστε ακόμα