1 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ιβ΄ 6-14

    6 Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, 7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, 8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι. 9 Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, 11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, 12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. θ΄ 1-8

    1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. 4 καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΕΠΤΑ ΜΑΚΚΑΒΑΙΟΙ, Η ΣΟΛΟΜΟΝΗ ΚΑΙ Ο ΕΛΕΑΖΑΡΟΣ

Τὴν 1η Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν ἑπτά μαρτύρων Μακκαβαίων, τῆς μητρός των Σολομονῆς καί τοῦ διδασκάλου των Ἐλεαζάρου. Οἱ ἅγιοι αὐτοί ἔζησαν κατά τούς χρόνους τοῦ βασιλέα Ἀντιόχου τοῦ Ἐπιφανοῦς, γιοῦ τοῦ Σελεύκου. Ὁ Ἀντίοχος, στήν προσπάθειά του νά ἀναγκάση τό γένος τῶν Ἑβραίων νά ἀρνηθοῦν τίς παραδόσεις τους αἰχμαλώτισε καί σκότωσε πολλούς. Ἔτσι ὑποχρέωσε τούς ἁγίους νά ἀρνηθοῦν τήν διάταξη τοῦ Μωσαϊκοῦ νόμου, πού ἀπαγόρευε τήν βρώση τοῦ χοιρινοῦ κρέατος, ὡς ἀκαθάρτου ζώου. Οἱ ἅγιοι ὡς γνήσια τέκνα τοῦ προφήτου Μωϋσῆ ἀρνήθηκαν νά παραβοῦν τίς προγονικές παραδόσεις τους. Γιά αὐτό τόν μέν Ἐλεάζαρον ἀφοῦ τοῦ ἔδεσαν τά χέρια, τόν ἔδειραν ἀνηλεῶς, κατόπιν ἔχυσαν μέσα στή μύτη του βρωμερά καί ἰσχυρά ὀξέα καί τέλος τόν ἔριξαν στήν φωτιά. Ὁ ἅγιος Ἐλεάζαρος ὡς ἄλλος Στέφανος πρίν παραδώση τήν ψυχή του προσευχήθηκε, ὥστε ὁ θάνατός του νά γίνη λύτρωση γιά τούς ὁμοεθνεῖς του. Οἱ δέ ἑπτά παῖδες πέθαναν μετά ἀπό φρικτά βασανιστήρια, πού τούς ὑπέβαλε ὁ τύραννος μέ τροχούς, μέ ἀκόντια, μέ φωτιά καί μέ διάφορα ἄλλα τιμωρητικά ὄργανα, τά ὁποῖα τά κάρφωναν στό παιδικό τους σῶμα. Ἡ ἀοίδιμος Σολομονή βλέποντας τήν ἀνδρεία τῶν τέκνων της ὅρμησε στήν φωτιά καί παρέδωσε ἔτσι τήν ἁγία ψυχή της στά χέρια τοῦ ἀγωνοθέτη Κυρίου.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.)

Τῶν Μακκαβαίων τὸν ἐπτάριθμον δῆμον, σὺν τὴ μητρὶ Σολομονὴ τὴ ἁγία, καὶ Ἐλεάζαρ ἅμα εὐφημήσωμεν οὗτοι γὰρ ἠρίστευσαν, δι’ ἀγώνων νομίμων, ὡς φρουροὶ καὶ φύλακες, τῶν τοῦ Νόμου δογμάτων καὶ νῦν ὡς καλλιμάρτυρες Χριστοῦ, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως πρεσβεύουσι.

Μεγαλυνάριον

Χαίροις ἡ ἑπτάκλωνος συνδρομή, ὄρπηκες ὡραῖοι, Μακκαβαίων τῆς πατριᾶς, σύν μητρί τῇ θείᾳ, ἅμα καί διδασκάλῳ, οἱ εὐκλεεῖς τοῦ Νόμου, καί θεῖοι φύλακες.

Previous Article

2 Αὐγούστου

Next Article

31 Ἰουλίου