1 Ἀπριλίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. θ΄ 1-7

  1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. α΄ 39-49, 56

  39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ 42 καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. 46 Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον 47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 49 ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.

  56 Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

   ΟΣΙΑ ΜΑΡΙΑ Η ΑΙΓΥΠΤΙΑ   

      Τήν 1η Ἀπριλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ὁσίας Μαρίας τῆς Αἰγυπτίας. Ἡ ὁσία Μαρία καταγόταν ἀπό τήν Αἴγυπτο καί ἔζησε στούς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ. Ἀπό μικρή ἡλικία ζοῦσε ἀκόλαστη ζωή καί γιά αὐτό εἶχε ὁδηγήσει πολλούς ἀνθρώπους στήν ἁμαρτία. Ἀφοῦ ἔζησε μέ αὐτόν τόν τρόπο δέκα ἑπτά ὁλόκληρα χρόνια, κάποτε θέλησε νά παραβρεθῆ στήν ἑορτή τῆς ὑψώσεως τοῦ Τιμίου Σταυροῦ στά Ἱεροσόλυμα, ὅπου πήγαιναν πολλοί χριστιανοί καί μαζί τους ἡ ὁσία Μαρία μαζί μέ ἄλλους αἰσχρούς νέους. Ὅταν ὅμως προσπάθησε νά μπῆ μέσα στόν Ναό τῆς Ἀναστάσεως, γιά νά δῆ καί νά προσκυνήση τόν ζωοποιό Σταυρό, τήν σταματοῦσε μία ἀόρατη δύναμη. Τότε συνειδητοποίησε τήν ἁμαρτωλότητά της, ἦλθε σέ συναίσθηση καί ἀφοῦ ἔβαλε ἐγγυήτρια τήν Κυρία Θεοτόκο, δίνοντάς της ὑπόσχεση ὅτι ἐάν τῆς ἐπέτρεπε νά προσκυνήση τόν Τίμιο Σταυρό θά φύλαγε σωφροσύνη στό μέλλον καί δέν θά μόλυνε τό σῶμα της μέ αἰσχρές ἐπιθυμίες στό ἑξῆς. Ἔτσι ἡ ὁσία Μαρία, ἀφοῦ προσκύνησε, πέρασε τόν Ἰορδάνη ποταμό καί ἔφυγε γιά τήν ἔρημο, ὅπου παρέμεινε γιά τριάντα ἑπτά χρόνια χωρίς νά ἔλθη σέ ἐπαφή μέ ἄνθρωπο, ἀσκούμενη μέ ὑπεράνθρωπους ἀγῶνες, γιά νά καθαρισθῆ καί νά ἀποκτήση τίς θεῖες ἀρετές. Ἦταν δέ τόση ἡ μετάνοιά της καί ἔφτασε σέ τέτοιο ὕψος ἀρετῶν, πού ὅταν προσευχόταν σηκωνόταν ἀπό τήν γῆ καί παρέμενε μετέωρος στόν ἀέρα, ἀπέκτησε δηλαδή ζωή ἀγγελική καί ὑπεράνθρωπη. Ζώντας μέ αὐτόν τόν τρόπο κοιμήθηκε ἐν εἰρήνῃ καί ἀπῆλθε πρός τά οὐράνια σκηνώματα. Τὴν Ὁσία Μαρία ἡ Ἐκκλησία μας προβάλλει ὡς μεγάλο παράδειγμα μετανοίας καὶ τὴν Ε´ Κυριακὴ τῶν Νηστειῶν.

 

Ἀπολυτίκιον

Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.

   Φωτισθεῖσα ἐνθέως Σταυροῦ τῇ χάριτι, τῆς μετανοίας ἐδείχθης, φωτοφανὴς λαμπηδών, τῶν παθῶν τὸν σκοτισμόν, λιποῦσα πάνσεμνε· ὅθεν ὡς Ἄγγελος Θεοῦ, Ζωσιμᾷ τῷ ἱερῷ, ὡράθης ἐν τῇ ἐρήμῳ, Μαρία ὉσίαΜῆτερ· μεθ᾽ οὗ δυσώπει ὑπὲρ πάντων ἡμῶν.

 

Μεγαλυνάριον

   Γύμνωσιν ἐνέγκασα καρτερῶς, αἰσχύνῃ ἐνδύεις, τόν γυμνώσαντά σε Χριστοῦ· ὅθεν ἀφθαρσίας στολαῖς κατηγλαΐσθης, Μαρία πανοσία Αἰγύπτου βλάστημα.

Previous Article

2 Ἀπριλίου

Next Article

31 Μαρτίου