1 Ἰουνίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιβ΄ 25 – ιγ΄ 12

      25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.

     ιγ΄ 1 Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. 2 λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. 3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν. 4 Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθεν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, 5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ· 8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος -οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ- ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν 10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥαδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; 11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. η΄ 51-59

     51 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52 εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα; 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς; 54 ἀπεκρίθη Ἰησοῦς· ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, 55 καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν. καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν ψεύστης· ἀλλ᾿ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη. 57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 58 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. 59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν. Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διελθὼν διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΙΟΥΣΤΙΝΟΣ Ο ΦΙΛΟΣΟΦΟΣ

     Τήν 1η Ἰουνίου ἡ ἐκκλησία τιμᾶ τὸν ἅγιο Ἰουστῖνο τὸν Φιλόσοφο. Ἀνήκει στοὺς ἀπολογητὲς πατέρες τῆς Ἐκκλησίας καὶ γεννήθηκε στὴ Νεάπολη τῆς Σαμάρειας περὶ τό 110 μ.Χ. ἀπὸ ἑλληνικὴ οἰκογένεια καὶ ἦταν ἐθνικὸς στὸ θρήσκευμα. Ποθώντας νὰ βρῆ λύση σὲ μεταφυσικὰ προβλήματα ἑλκύσθηκε ἀπὸ τήν φιλοσοφία. Ἀφοῦ ἐγνώρισε διάφορες διδασκαλίες, ἐνστερνίστηκε τίς ἰδέες ἑνός πλατωνικοῦ διδασκάλου. Κάποια στιγμὴ, ὅπως διηγεῖται ὁ ἴδιος, τὸν συνάντησε κάποιος γέροντας, ὁ ὁποῖος μὲ μία ἐνδιαφέρουσα συζήτηση τοῦ ἀναίρεσε ὅλες τὶς πλατωνικὲς δοξασίες καὶ τοῦ μίλησε γιὰ τὴν παρουσία τοῦ Ἁγίου Πνεύματος στὴ ζωὴ τοῦ ἀνθρώπου. Τὴν μεταβολὴ, ἡ ὁποία συντελέσθηκε στὴ ψυχὴ του, περιγράφει ὁ ἴδιος μὲ αὐτοὺς τοὺς λόγους «Ἐμοὶ δὲ παραχρῆμα πῦρ ἐν τῇ ψυχῇ ἀνήφθη καὶ ἔρως εἶχε με τῶν προφητῶν καὶ τῶν ἀνδρῶν ἐκείνων, οἵ εἰσι Χριστοῦ φίλοι». Κατόπιν, ἀφοῦ βαπτίσθηκε, πῆγε στὴ Ρώμη, ὅπου δίδαξε σὲ δικὴ του σχολή, ἡ ὁποία θεωρεῖται ἡ πρώτη γνωστὴ ἀνωτέρα χριστιανικὴ σχολή. Ἐπὶ αὐτοκράτορος Μάρκου Αὐρηλίου τοῦ Φιλοσόφου τὸ 165 μ.Χ.ἔδωσε ἔγγραφη ἀναφορὰ κατὰ τῆς πλάνης τῶν εἰδώλων καὶ ἀπολογία ὑπὲρ τῆς πίστεως τῶν Χριστιανῶν κάνοντας χρήση τόσο τῶν θείων Γραφῶν ὅσο καὶ τῆς φιλοσοφίας. Γιὰ τὸν λόγο αὐτὸ ὁδηγήθηκε στὸ μαρτύριο μαζὶ μὲ μερικοὺς μαθητές του. Ὁ φθόνος τῶν φιλοσόφων τῆς Ρώμης τῆς ἐποχῆς του καὶ εἰδικότερα τοῦ Κρήσκεντος δὲν ἔπαιξε μικρὸ ρόλο στὴ καταδίκη του.

Ἀπολυτίκιον
(Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.)

Φιλοσοφίας ταὶς ἀκτίσιν ἐκλάμπων, θεογνωσίας ὑποφήτης ἐδείχθης, σαφῶς παραταξάμενος κατὰ τῶν δυσμενῶν σὺ γὰρ ὠμολόγησας, ἀληθείας τὴν γνῶσιν, καὶ Μαρτύρων σύσκηνος, δι’ ἀθλήσεως ὤφθης, μεθ’ ὧν δυσώπει πάντοτε Χριστόν, ὢ Ἰουστίνε, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Μεγαλυνάριον

Χάριτι σοφίας καταυγασθείς, ὡς αὐτοσοφίαν, ἐθεράπευσας τόν Χριστόν, ὑπέρ οὗ ἐνδόξως, ἀθλήσας Ἰουστῖνε, σύν τούτῳ εἰς αἰῶνας, δοξάζῃ ἔνδοξε.

Previous Article

Χειροτονίαι τελεσθεῖσαι ὑπὸ αἱρετικῶν ὡς ἐπιχειρήματα τῆς οὐκρανικῆς αὐτοκεφαλίας

Next Article

Για μια ακόμα φορά οι Έλληνες Πομάκοι μας υπενθυμίζουν τα διαχρονικά λάθη της εθνικής στρατηγικής

Διαβάστε ακόμα