10 Δεκεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Τιμ. ς’ 17-21

     Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ᾿ ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. Ὦ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ· ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κα’ 28-33

Ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. Καὶ εἶπε παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΜΑΡΤΥΡΕΣ ΜΗΝΑΣ, ΕΡΜΟΓΕΝΗΣ ΚΑΙ ΕΥΓΡΑΦΟΣ

     Στίς 10 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν Μαρτύρων Μηνᾶ, Ἑρμογένους καὶ Εὐγράφου, οἱ ὁποῖοι μαρτύρησαν ἐπὶ βασιλέως Μαξιμίνου. Ὁ Μηνᾶς ἦταν μορφωμένος καὶ γνωστὸς γι᾽ αὐτὸ καὶ ὁ Μαξιμίνος τὸν διόρισε ἔπαρχο στὴν Ἀλεξάνδρεια, χωρὶς νὰ γνωρίζει ὅτι ἦταν χριστιανός. Ὅταν κηρύχθηκε ὁ διωγμὸς τῶν χριστιανῶν, ὁ Μηνᾶς δὲν ἐξετέλεσε τὸ διάταγμα, γι᾽ αὐτὸ καὶ στὴ θέση του τοποθετήθηκε ὁἙρμογένης. Ὁ Μηνᾶς ὁδηγήθηκε στὰ βασανιστήρια. Ὁ Ἑρμογένης θαύμασε τὴ σταθερότητα στὴ χριστιανικὴ πίστη τοῦ Μηνᾶ καὶ δήλωσε δημοσίως ὅτι ἔγινε καὶ αὐτὸς χριστιανός. Στὴν πίστη ὁδηγήθηκε καὶ ἕνας διακεκριμένος πολίτης τῆς Ἀλεξάνδρειας, ὁ Εὔγραφος. Καὶ οἱ τρεῖς ὑπέστησαν φρικτὰ βασανιστήρια καὶ παρέδωσαν τὶς ψυχές τους στὸν Κύριο, ἀφοῦ δέχτηκαν τὸν διὰ ξίφους θάνατο.
Τὸ ἀπολυτίκιο τῶν Ἁγίων ἀναφέρει:

«Ἡ καλλικέλαδος, θεόφρον γλῶσσά σου, λαμπρῶς κηρύξασα, Χριστοῦ τὴν σάρκωσιν, συναθλητὰς σοι εὐκλεεῖς, εἱλκύσατο ἐν σταδίῳ, Μηνᾶ παμμακάριστε, Ἑρμογένην τὸν ἔνδοξον, καὶ τὸν θεῖον Εὔγραφον, μεθ᾽ ὧν χαίρων ἠγώνισαι. Καὶ νῦν τὴν Παναγίαν Τριάδα, ὑπὲρ ἡμῶν ἐκδυσωπεῖτε».
Πρωτ. Δ.Δ.Τ.

Previous Article

ΤΟ ΦΛΩΡΙΟΝ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ

Next Article

Επιτέλους, αφήστε τους Έλληνες να αναπνεύσουν!

Διαβάστε ακόμα