10 Μαΐου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. δ΄ 9-16

    9 Δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ς΄ 12-19

    12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. 13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, 14 Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, 15 Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, 16 Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης, 17 καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΜΩΝ Ο ΖΗΛΩΤΗΣ

    Ὁ Ἅγιος Ἀπόστολος Σίμων ὀνομαζόταν καί Ναθαναήλ καί ἦταν ὁ γαμπρός στόν γάμο στήν Κανᾶ τῆς Γαλιλαίας. Στόν γάμο αὐτό προσκλήθηκε ὁ Κύριος μέ τούς μαθητές Του καί ἐπιτέλεσε τό πρῶτο θαῦμα τῆς δημόσιας δράσης Του, μετέβαλε δηλαδή τό νερό σέ κρασί, μετά ἀπό παράκληση τῆς Παναγίας Μητέρας Του. Βλέποντας τό θαῦμα αὐτό ὁ Σίμων ἄφησε τόν γάμο καί τό σπίτι του καί ἀκολούθησε τόν Χριστό, τόν Νυμφίο τῶν καθαρῶν ψυχῶν. Μαζί μέ τούς ἄλλους μαθητές δέχτηκε τήν χάρη τοῦ Ἁγίου Πνεύματος στό ὑπερῶο κατά τήν ἡμέρα τῆς Πεντηκοστῆς. Κήρυξε τό Εὐαγγέλιο σέ πολλά μέρη κατακαίοντας τήν πλάνη τῆς πολυθεΐας. Πῆγε στήν Μαυριτανία καί σέ ἄλλες χῶρες τῆς Ἀφρικῆς. Τέλος κατέληξε στήν Ἀγγλία ὅπου φώτισε πολλούς ἀπίστους. Σταυρώθηκε ἀπό τούς εἰδωλολάτρες καί ἐτάφη ἐκεῖ. Ὀνομάστηκε ζηλωτής λόγῳ τῆς μεγάλης καί θερμῆς του ἀγάπης πρός τόν Θεό.

Ἀπολυτίκιον (Ἦχος γ΄. Θείας Πίστεως.)

Ζῆλος ἔνθεος, καταλαβῶν σε, τοῦ γνωσθέντος σοι, σαρκὸς ἐν εἴδει, ζηλωτὴν ἐν Ἀποστόλοις ἀνέδειξε καὶ τοῦ Δεσπότου ζηλώσας τὸν θάνατον, διὰ Σταυροῦ πρὸς αὐτὸν ἐξεδήμησας, Σίμων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

Ζηλῶν διαπύρως ὦ Ζηλωτά, τῷ σὲ θεηγόρον, ἀναδείξαντι Μαθητήν, ζηλωτὴς ἐν πᾶσι, καὶ μιμητὴς ὡράθης, ὦ Σίμων Χριστοκῆρυξ, τοῦ σὲ δοξάσαντος.

Previous Article

Καζίνο: «αἰσχρὸν σπήλαιον τοῦ Διαβόλου»

Next Article

Η ορθόδοξη αγωγή, ως πρόληψη και θεραπεία της εγκληματικότητας

Διαβάστε ακόμα