10 Φεβρουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Τιμ. β΄ 1-10

     1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰωάν. ιε΄ 17 – ις΄ 2

      17 Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε.
ις΄ 1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΧΑΡΑΛΑΜΠΟΣ

     Στίς 10 Φεβρουαρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν μνήμη τοῦ Ἁγίου Χαραλάμπους. Γεννήθηκε στὴν Μαγνησία τὸ 90 μ.Χ. καὶ σὰν νέος ἦταν φωτεινὸ παράδειγμα συνετῆς ζωῆς. Ἀφιερώθηκε στὴν ὑπηρεσία τοῦ Χριστοῦ ὡς ἱερέας τὸ 130 μ.Χ. καὶ ἔζησε 113 χρόνια. Ἐμαρτύρησε τὸ 202 μ.Χ. ἐπὶ αὐτοκράτορος Σεβήρου. Ὅταν ὁ ἡγεμόνας τῆς Μαγνσίας Λουκιανὸς ἔμαθε τὴν δραστηριότητα τοῦ ἱερέως Χαραλάμπους, διέταξε νὰ συλληφθῆ. Ὁ Ἅγιος ὁμολόγησε πίστη στὸν Κύριο, γι αὐτὸ καὶ ὁδηγήθηκε σὲ φρικτὰ βασανιστήρια. Τὸ ἀνδρεῖο φρόνημά του, παρά τὴν ἡλικία του, ὁδήγησε τοὺς δύο δημίους του, τὸν Πορφύριο καὶ τὸν Βάπτο, νὰ πιστέψουν στὸ Χριστὸ. Βλέποντας ὁ ἡγεμόνας πὼς ὑπομένει γενναῖα τὰ βασανιστήρια, θέλησε νὰ τὸν τιμωρήση ἐπιχειρώντας νὰ ξεσκίση τὸ ἅγιο σῶμα του μὲ τὰ ἴδια του τὰ χέρια, ὅμως τιμωρήθηκε μὲ τὴν κοπὴ τῶν χεριῶν του. Ὁ Θεὸς ἔδωσε τὴν ἴασή τους μετὰ τὶς προσευχὲς τοῦ ἁγίου. Γι᾽αὐτὸ διέταξε νὰ σταματήση ὁ διωγμὸς καὶ πῆγε νὰ ἀναφέρη τὰ ὅσα συνέβησαν στὸ βασιλέα Σεβῆρο, ὁ ὁποῖος ἐξαγριώθηκε καὶ διέταξε νὰ ὁδηγήσουν τὸν Ἅγιο σὲ νέα βασανιστήρια. Μὲ τὴν ἐπέμβαση τοῦ Θεοῦ ὅμως ὁ Ἅγιος δὲν ἔπαθε τίποτε καὶ ἔτσι ἕνα πλῆθος ἀνθρώπων πίστεψε στὸ Χριστό. Ἡ κόρη τοῦ βασιλέως βλέποντας τὰ θαύματα ὁδηγήθηκε στὴν πίστη, πράγμα ποὺ ἐξόργισε τὸν βασιλέα καὶ διέταξε νὰ τόν ὁδηγήσουν σὲ μία ἀκόλαστη γυναίκα γιὰ νὰ τὸν μολύνη. Ὁ Θεὸς ἐπενέβη μὲ νέο θαῦμα καὶ ἡ γυναίκα, αὐτὴ πίστεψε στὸν Κύριο. Ἔτσι ὁ βασιλιὰς διέταξε νὰ ἀποκεφαλίσουν τὸν Ἅγιο Χαράλαμπο. Τότε ἐμφανίστηκε ὁ Κύριος μὲ ἕνα πλῆθος Ἀγγέλων στὸν Ἅγιο πρὸς ἐπιβράβευση τῶν ἀγώνων του. Τέλος ὁ Ἅγιος παρέδωσε τὴν ψυχὴ του εἰρηνικὰ, πρὶν προλάβη ὁ δήμιος νὰ τὸν ἀποκεφαλίση.

Ἀπολυτίκιον

Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καί λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ, διά τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τήν σκοτόμαιναν μάκαρ, διό ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Μεγαλυνάριον

Τὸν ἐν Ἀθλοφόροις ἱερουργόν, καὶ ἐν ἱερεῦσιν, ἱερώτατον Ἀθλητήν, τῶν θαυμάτων ῥεῖθρα, πηγάζοντα τῷ κόσμῳ, τὸν μέγαν Χαραλάμπην, ὕμνοις τιμήσωμεν.

Previous Article

11 Φεβρουαρίου

Next Article

9 Φεβρουαρίου