11 Δεκεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Τιμ. α΄ 1-2, 8-18

     1 Παῦλος, ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ κατ᾿ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, 2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. 8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾿ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. 12 δι᾿ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾿ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. 13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾿ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· 14 τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. 15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης. 16 δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε· 18 δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. κα΄ 37 – κβ΄ 8

     37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν· 38 καὶ πᾶς ὁ λαὸς ὤρθριζε πρὸς αὐτὸν ἐν τῷ ὄρει ἀκούειν αὐτοῦ.
     κβ΄1 Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. 2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν. 3 Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, 4 καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῶ αὐτοῖς. 5 καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι· 6 καὶ ἐξωμολόγησε, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου. 7 Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα, 8 καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΔΑΝΙΗΛ Ο ΣΤΥΛΙΤΗΣ

     Στὶς 11 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ Ὁσίου Δανιήλ τοῦ Στυλίτου, ὁ ὁποῖος καταγόταν ἀπό τήν περιφέρεια Σαμοσάτων καί ἔζησε τόν 5ο αἰώνα μ.Χ.. Οἱ γονεῖς του ἦταν εὐσεβεῖς καί ἀνέθρεψαν τόν υἱό τους μέ πολλή ἐπιμέλεια. Τοῦ ἔδωσαν τή δυνατότητα νά σπουδάσει τά ἱερά γράμματα καί νά προκόψει στήν γνήσια εὐσέβεια. Νέος ἀκολούθησε τή μοναχική ζωή καί συγκινήθηκε ἰδιαίτερα ἀπό τόν Ὅσιο Συμεών τόν Στυλίτη, ὅταν πέρασε ἀπό τόν τόπο τῆς ἀσκήσεώς του. Τό παράδειγμα τοῦ Ὁσίου Συμεών ἀκολούθησε καί ὁ Ὅσιος Δανιήλ στήν Κωνσταντινούπολη, ὅπου ἀπέκτησε μεγάλη φήμη ἐναρέτου ἀνδρός. Βρέθηκαν ὡστόσο καί ἄνθρωποι, πού προσπάθησαν νά τόν κατηγορήσουν καί νά μειώσουν τήν πνευματική του ἀκτινοβολία. Ὁ Ὅσιος Δανιήλ ἐκοιμήθη ἐν Κυρίῳ σέ ἡλικία ὀγδόντα ἐτῶν, ἔχοντας δίπλα του πλῆθος μαθητῶν.
Τὸ ἀπολυτίκιο τοῦ Ὁσίου ἀναφέρει:
«Ὑψώσας τό σῶμα σου, ἐπί στύλου σοφέ, τόν νοῦν σου ἐπτέρωσας, πρός τόν Θεόν ἀκλινῶς, βιώσας ὡς Ἄγγελος• ὅθεν σε στήλην ζῶσαν, εὐσεβείας εἰδότες, κράζοντές σοι βοῶμεν, Δανιήλ θεοφόρε• παντοίων ἡμᾶς κινδύνων, πρέσβευε ρύεσθαι».
Πρωτ. Δ.Δ.Τ.

Previous Article

Τὰ ἄλογα τοῦ Ἁγίου Σπυρίδωνος

Next Article

ΛΥΚΟΠΟΙΜΕΝΕΣ ΣΕ ΣΥΝΕΧΗ ΚΑΤΗΦΟΡΟ

Διαβάστε ακόμα