11 Φεβρουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. α΄ 1-9

     1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, 4 καθὼς καὶ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ 5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, 6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, 7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, 8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, 9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μάρκ. ζ΄ 24-30

     24 Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. 25 ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ· 26 ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ· ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν. 28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· ναί, Κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 καὶ εἶπεν αὐτῇ· διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου. 30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρε τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΙΕΡΟΜΑΡΤΥΣ ΒΛΑΣΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΣΕΒΑΣΤΕΙΑΣ

     Στίς 11 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἱερομάρτυρος Βλασίου, Ἑπισκόπου Σεβαστείας, ὁ ὁποῖος ἔζησε τὸν 4ον αἰώνα. Εἶχε σπουδάσει ἰατρικὴ καὶ προσέφερε ἀνιδιοτελῶς στοὺς ἀσθενεῖς τὶς ὑπηρεσίες του. Παράλληλα μελετοῦσε ἐπιμελῶς τὴν Ἁγία Γραφὴ καὶ ἀργότερα εἰσῆλθε στὶς τάξεις τοῦ κλήρου καὶ ἀνεδείχθη ἐπίσκοπος Σεβαστείας.
Ἐπὶ αὐτοκράτορος Λικινίου βασανίστηκε ἀγρίως καί παρέδωσε τὸ πνεῦμα του μετὰ ἀπὸ ἀποκεφαλισμό. «Ἔσβησε τοιουτοτρόπως ἡ ἐπίγειος ζωή του, ἀλλὰ παρέμεινεν ἡ μνήμη του ἀειθαλὴς καὶ ἀθάνατος, παρουσιάζουσα αὐτὸν τύπον ἄριστον τοῦ ἁρμονικωτέρου συνδυασμοῦ τῆς πίστεως καὶ τῆς ἐπιστήμης καὶ τοῦ ποιμένος Ἐπισκόπου, τοῦ γνωρίζοντος νὰ θυσιάζῃ τὸν ἑαυτόν του χάριν Ἐκείνου, ὁ ὁποῖος τοῦ ἐνεπιστεύθη τὴν λογικήν του ποίμνην», ὅπως σημειώνει ὁ Συναξαριστής.

Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:
«Φερωνύμως βλαστήσας ὡς δένδρον εὔκαρπον, Ἱεράρχα Κυρίου, Βλάσιε ἔνδοξε, Μαρτυρίου τοὺς καρποὺς κόσμῳ προήγαγες, καὶ θαυμάτων δωρεάς, ἀναβλύζεις δαψιλῶς, ὡς θεῖος Ἱερομάρτυς, τοῖς καταφεύγουσι Πάτερ, τῇ ἀντιλήψει τῆς πρεσβείας σου».
Πρωτ. Δ.Δ.Τ.

Previous Article

12 Φεβρουαρίου

Next Article

10 Φεβρουαρίου