11 Ἀπριλίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ς΄ 13-20

      13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾿ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾿ ἑαυτοῦ, 14 λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· 15 καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. 16 ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· 17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, 18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχομεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· 19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, 20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. θ΄ 17-31

      17 Καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. 18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. 20 καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· παιδιόθεν. 22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· πιστεύω, κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτὸν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. 29 καὶ εἶπεν αὐτοῖς· τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 30 Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· 31 ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΝΤΙΠΑΣ ΕΠΙΣΚΟΠΟΣ ΠΕΡΓΑΜΟΥ

      Στίς 11 Ἀπριλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Ἀντίπα, Ἐπισκόπου Περγάμου. Ὁ ἅγιος Ἀντίπας ἔζησε τήν ἐποχή τῶν ἀποστόλων καί χειροτονήθηκε ἀπό τούς ἰδίους τούς ἀποστόλους ἐπίσκοπος Περγάμου. Ὁ δέ εὐαγγελιστής Ἰωάννης ἀναφέρει στην Ἀποκάλυψη «Καί ἐν ταῖς ἡμέραις, ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου ὁ πιστός, ὅς ἀπεκτάνθη παρ΄ ὑμῖν, ὅπου κατοικεῖ ὁ Σατανᾶς». Σέ γεροντική ἡλικία συνελήφθη στήν Πέργαμο ἀπό τούς εἰδωλολάτρες, διότι ἐφάνηκαν σέ αὐτούς οἱ δαίμονες, τούς ὁποίους λάτρευαν καί τούς εἶπαν ὅτι δεν μποροῦν νά παραμείνουν πλέον σέ ἐκεῖνο τόν τόπο, ἐπειδή τούς διώκει ὁ Ἀντίπας μέ τήν προσευχή του. Γιά τόν λόγο αὐτό ὁδηγήθηκε στόν ἡγεμόνα, ὁ ὁποῖος ἀφοῦ δέν κατάφερε νά τόν μεταπείση νά ἀρνηθεῖ την πίστη του πρός τόν ἀληθινό Θεό, τον ἔβαλε μέσα σέ ἕνα πυρακτωμένο χάλκινο βόδι. Ἐκεῖ εὑρισκόμενος ὁ ἅγιος, δοξολογοῦσε τόν Κύριο, πού τον ἀξίωσε νά πάθη γιά τήν ἀγάπη του. Πρίν νά ἐκδημήση προς τόν Θεό ὁ ἅγιος Ἀντίπας ζήτησε καί πῆρε ἀπό τόν Θεό τήν ὑπόσχεση νά δίδη τήν ἄφεση τῶν ἁμαρτιῶν καί τήν σωτηρία κατά τήν δευτέρα Παρουσία σέ ὅσους ἑορτάζουν τήν μνήμη του. Μάλιστα ὅσοι ἔχουν πόνους δοντιῶν καί ἐνθυμοῦνται τό ὄνομά του νά λαμβάνουν τήν ἴαση. Ἔτσι ὁ ἅγιος Ἀντίπας ἐξεδήμησε πρός Κύριο καί ἐνταφιάσθηκε στήν ἐκκλησία τῆς Περγάμου.

Ἀπολυτίκιον (Ἦχος α’. Τῆς ἐρήμου πολίτης)
Μυροβλύτην τὸν θεῖον καὶ μαρτύρων τὸν σύναθλον, τὸν πανευκλεῆ ἱεράρχην καὶ Περγάμου τὸν πρόεδρον, τιμήσωμεν Ἀντίπαν οἱ πιστοί, ὡς τάχιστον καὶ μέγαν ἱατρόν, τῆς δεινῆς ὀδόντων νόσου, καὶ πρὸς αὐτὸν ἀπὸ ψυχῆς βοήσωμεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Μεγαλυνάριον
Ὁ Περγάμου πρόεδρος καί φρουρός, καί τῆς εὐσεβείας θεορρήμων ὑφηγητής, ὁ τῶν Ἀποστόλων, ὁμόχρονος καί σύννους, τιμάσθω μοι Ἀντίπας ὁ Ἱερόαθλος.

Previous Article

Τα πέντε ψεύδη του Βερολίνου για να μην πληρώσει την Ελλάδα

Next Article

Ο Πούτιν βάζει τέλος στους γάμους των γκέι και την τεκνοθεσία από τρανς

Διαβάστε ακόμα