12 Μαΐου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. δ΄ 13-22

    13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παῤῥησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν 14 τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15 κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους 16 λέγοντες· τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾿ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερὸν καὶ οὐ δυνάμεθα ἀρνήσασθαι· 17 ἀλλ᾿ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. 18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19 ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον· εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ κρίνατε. 20 οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. 21 οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι· 22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾿ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ε΄ 17-24

     17 Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς· ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. 19 ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. 20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ. 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΕΠΙΦΑΝΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΚΥΠΡΟΥ

     Στίς 12 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου. Ὁ ἅγιος Ἐπιφάνιος ἔζησε στούς χρόνους τῶν αὐτοκρατόρων Ἀρκαδίου καί Ὀνωρίου, καταγόταν ἀπό τήν Φοινίκη, ἀπό γονεῖς πτωχούς γεωργούς, οἱ ὁποῖοι ἦσαν Ἑβραῖοι καί μάλιστα τηροῦσαν τόν νόμο. Ἀφορμή γιά τήν ἀλλαγή τοῦ ἁγίου Ἐπιφανίου ὑπῆρξε ἡ θεραπεία τῆς πληγῆς του στόν μηρό, ἀπό κάποιον ἐνάρετο Κλεόβιο, ὅταν τόν κρήμνισε ὁ ὄνος του . Ἕνα δεύτερο γεγονός πού τόν συγκλόνισε ἦταν ὅταν κάποτε εἶχε συναντήσει ἕνα μοναχό, ὁ ὁποῖος εἶχε προσφέρει τό ἔνδυμά του σέ κάποιον πτωχό καί τότε ὁ Θεός σέ ἀνταπόδοση τῆς πράξης του τόν εἶχε ἐνδύσει θαυματουργικῶς μέ λευκό φόρεμα. Βλέποντας τό θαυμαστό αὐτό γεγονός ὁ ἅγιος Ἐπιφάνιος ἀμέσως βαπτίσθηκε καί ἔγινε μοναχός καί ζοῦσε μέ μεγάλη ἄσκηση καί προσευχή. Ἔτσι ὁ Κύριος τόν στόλισε μέ τήν ἀρετή τῆς θαυματουργίας καί ὁ ἅγιος θεράπευε τίς ψυχές καί τά σώματα τῶν ἀνθρώπων. Ὅταν χειροτονήθηκε Ἀρχιερέας συνέχιζε νά θαυματουργῆ, δίδασκε τό ποίμνιο του τήν ὀρθόδοξο πίστη, ἀλλά συνέγραψε καί πολλά συγγράμματα. Ἐπειδή ὅμως εἶχε μεγάλο καί ἔνθεο ζῆλο ὑπέμεινε πολλούς πειρασμούς ἀπό τόν διάβολο,τούς κακοδόξους καί τούς αἱρετικούς. Σέ ἡλικία ἑκατόν πέντε χρόνων γυρνώντας μέ πλοῖο ἀπό τήν Κωνσταντινούπολη, ὅπου εἶχε συνεργήσει ἀπό ἁπλότητα στήν ἐξορία τοῦ θείου Χρυσοστόμου, στήν Κύπρο ὁ ἀοίδιμος Ἐπιφάνιος κοιμήθηκε ἐν Κυρίῳ, γεγονός τό ὁποῖο τοῦ τό εἶχε προείπει ὁ ἅγιος Χρυσόστομος. Ἀλλά καί ὁ ἅγιος Ἐπιφάνιος εἶχε πῆ, πρίν φύγη ἀπό τήν Κωνσταντινούπολη, στόν θεῖο Χρυσόστομο ὅτι καί ἐκεῖνος δέν θά ἔφτανε ποτέ στόν τόπο τῆς ἐξορίας του.

Ἀπολυτίκιον (Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.)

Τοὺς διττοὺς ὑποφήτας τῆς ἄναρχου θεότητας, τῶν θεοτυπώτων δογμάτων, τοὺς πανσόφους ἐκφάντορας, σὺν τῷ Ἐπιφανίῳ τῷ κλεινῷ, ὑμνήσωμεν τὸν θεῖον Γερμανῶν ὡς λαμπροὶ γὰρ τῶν ἀρρήτων μυσταγωγοί, πυρσεύουσι τοὺς κράζοντας δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ βεβαιούντι δι’ ὑμῶν, πίστιν τὴν Ὀρθόδοξον.

Μεγαλυνάριον

Φῶς ὁ Ἐπιφάνιος νοητόν, λάμψας ἐν τοῖς λόγοις, καταυγάζει τούς εὐσεβεῖς· γέρας δ’ ἀληθείας, ὁ Γερμανός παρέχει, τῇ Ἐκκλησίᾳ πάσῃ οὕς μεγαλύνομεν.

Previous Article

Ἡ ἔννοια τοῦ Ἀφορισμοῦ (καὶ πότε αὐτὸς ἐπιβάλλεται)

Next Article

Αποτρέψτε το κλείσιμο των Ανώτατων Εκκλησιαστικών Ακαδημιών

Διαβάστε ακόμα