13 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ιδ΄ 6-9

   6 Ὁ φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν Κυρίῳ οὐ φρονεῖ. καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. 7 οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει· 8 ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. 9 εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιε΄ 32-39

   32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν. 36 καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις· 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΕΙΡΗΝΗ Η ΒΑΣΙΛΙΣΣΑ

    Στίς 13 Αὐγούστου ἑορτάζουμε τό κόσμημα τῆς Κωνσταντινουπόλεως, τήν ἀοίδιμον βασίλισσα Εἰρήνη, τήν κτιτόρισσα τοῦ μοναστηρίου τοῦ Παντοκράτορος. Ἡ βασίλισσα αὐτή συγκέντρωσε παιδιόθεν ὅλες τίς ἀρετές κι ἔγινε κόσμημα τοῦ θεοστέπτου βασιλέα και συζύγου της. Γεννήθηκε ἀπό γονεῖς εὐτυχεῖς καί βασιλεῖς τῆς Δύσεως καί ἀπό μικρή ἠλικία φαινόταν ἡ εὐγένεια καί ἡ ἀρετή της. Ἔγινε σύζυγος τοῦ Ἰωάννη Κομνηνοῦ, γυιοῦ τοῦ Ἀλεξίου Κομνηνοῦ, τό 1070 καί γέμισε τά πάντα μέ εὐφροσύνη καί ἀγαλλίαση. Γέννησε ὀκτώ παιδιά μέ τόν Ἰωάννη, τά ὁποῖα ἀνέθρεψε ἐπιμελῶς καί μεγαλοπρεπῶς. Ἔβλεπε ὅτι τά ἐγκόσμια πράγματα καί αὐτή ἀκόμα ἡ βασιλεία δέν ἀξίζουν τίποτα, γι’αύτό δέν ἔπαυε μέρα νύχτα νά λατρεύει τόν Θεό καί διαρκῶς μεσίτευε πρός τόν βασιλέα καί σύζυγό της, γιά τήν βοήθεια τῶν πτωχῶν, ὑπερασπιζόμενη καί εὐεργετώντας ὅσους εἶχαν ἀνάγκη. Χαιρόταν περισσότερο να δίνει καί νά ἐλεεῖ, παρά νά λαμβάνει ἀπό ἄλλους. Προστάτευε χῆρες καί ὀρφανά, ἐνίσχυε μοναστήρια καί συγχρόνως ἦταν πάντοτε σεμνή, σώφρων, ταπεινή, συμπαθής καί προσηνής. Ποτέ δέν θύμωνε, ποτέ δέν ὀργιζόταν καί ἦταν ἐξαιρετικά ἀσκητική καί ἐγκρατής. Ἔγινε κτιτόρισσα τῆς βασιλικῆς μονῆς τοῦ Παντοκράτορος, ἀλλά καί ἄλλων ναῶν, γηροκομείων καί πτωχοκομείων. Συνεργάτης της σέ αὐτά τά καλά ἔργα στάθηκε ὁ ἀοίδιμος Νικηφόρος, ὁ ὁποῖος νύχτα καί ἡμέρα ἐργαζόταν γιά νά πραγματοποιηθοῦν οἱ καλές ἐπιθυμίες τῆς ἁγίας. Βοηθός της στάθηκε ὅμως καί ὁ βασιλέας καί σύζυγός της στά καλά της ἔργα, ἰδίως δε στή Μονή Παντοκράτορος. Τό τίμιο λείψανό της ἐτάφη στό μοναστῆρι αὐτό, μετά δε ἀπό λίγο ἐκοιμήθη καί ὁ σύζυγός της.

Previous Article

14 Αὐγούστου

Next Article

12 Αὐγούστου