13 Νοεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ζ’ 26 – η΄ 2

Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ι’ 9-16

Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΧΡΥΣΟΣΤΟΜΟΣ

Στὶς 13 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ ἁγίου ᾽Ιωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὁ ὁποῖος γεννήθηκε στήν Μεγάλη Ἀντιόχεια τό 344 μ.Χ.. Οἱ γονεῖς του Σεκοῦνδος καί Ἀνθοῦσα ἦταν εὐσεβεῖς. Ὁ Ἰωάννης ὑπῆρξε μαθητής τοῦ σοφιστῆ Λιβάνιου καί τοῦ φιλοσόφου Ἀνδραγάθιου. Μόνασε σέ διάφορα ἡσυχαστήρια τῆς Ἀντιόχειας καί τό 383 χειροτονήθηκε πρεσβύτερος. Τό 398 ἔγινε Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως. Ἡ ζωή του ἦταν περιπετειώδης καί ἀρκετό χρονικό διάστημα τό πέρασε σέ τόπους ἐξορίας. Ἐκοιμήθη ἐν Κυρίῳ τό 407 καί ἔζησε 63 ἔτη. Ὀνομάσθηκε Χρυσόστομος ἀπό τήν εὐφράδειά του. ᾽Ανεδείχθη μέγιστος συγγραφέας καί δεινός ἐξηγητής τῆς Ἁγίας Γραφῆς. Πολλοί μεταγενέστεροι Πατέρες ἐγκωμίασαν τόν κορυφαῖο ἱεράρχη.
Τὸ ἀπολυτίκιο τοῦ ἁγίου ἀναφέρει:
«Ἡ τοῦ στόματός σου καθάπερ πυρσός, ἐκλάμψασα χάρις τήν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυρούς ἐναπέθετο, τό ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλά σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν».
Πρωτ. Δ.Δ.Τ.

Previous Article

ΠΑΤΕΡΙΚΑΙ ΔΙΔΑΧΑΙ

Next Article

Επιστολή Αρχιεπισκόπου προς τον Αλβανίας Αναστάσιο

Διαβάστε ακόμα