14 Μαρτίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ιγ΄ 11 – ιδ΄ 4

     11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίτας καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.

      ιδ΄ 1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ς΄ 14-21

     14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· 15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. 16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, 18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διαρύσσουσι καὶ κλέπτουσι· 20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· 21 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΟΣ ΒΕΝΕΔΙΚΤΟΣ

      Στίς 14 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Βενεδίκτου, ἱδρυτοῦ τοῦ τάγματος τῶν Βενεδικτίνων μοναχῶν καί γενικότερα τοῦ δυτικοῦ μοναχισμοῦ. Ὁ ὅσιος Βενέδικτος, δηλαδή ὁ εὐλογημένος, καταγόταν ἀπό τήν πόλη Νουρσία τῆς Ἰταλίας, ἀπό γονεῖς εὐσεβεῖς καί πλουσίους. Ἀπό μικρή ἡλικία, ἀφοῦ ἐγκατέλειψε τούς γονεῖς του ἀνεχώρησε σέ ἔρημο τόπο καί ἐπιδόθηκε στήν ἄσκηση καί στήν ἀρετή. Ἔτσι στολίσθηκε ἀπό τήν χάρη τοῦ Κυρίου καί ἐπιτελοῦσε πολλά θαύματα καί ἰάτρευε ἀσθένειες. Προέλεγε τά μέλλοντα, ἀνθρώπους ἀνιστοῦσε καί προεῖδε τήν κοίμησή του. Πρίν φύγη ἀπό τόν παρόντα κόσμο χαιρέτησε τούς μαθητές καί τούς συνασκητές του καί μάλιστα τούς προειδοποίησε ὅτι θά γίνη σημεῖο, μέ τό ὁποῖο ὅλοι θά γνωρίσουν ὅτι χωρίζεται ἀπό τό σῶμα του. Πρίν τήν κοίμησή του πρόσταξε νά ἀνοιχθῆ ὁ τάφος του. Ἕνας καυτός ἀέρας πού φύσηξε τοῦ καταξήρανε τό σῶμα του. Ἔτσι μετά ἀπό ἕξι ἡμέρες, ἀφοῦ ἐκοινώνησε τά ἄχραντα μυστήρια προσευχόμενος παρέδωσε τό πνεῦμα του στόν Κύριο. Ἐκείνη τήν ὥρα δύο ἀσκητές, ὁ ἕνας προσευχόμενος στό κελλί του καί ὁ ἄλλος εὑρισκόμενος σέ μακρινή ἀπόσταση εἶδαν σέ ὀπτασία ἕνα θαυμαστό δρόμο, πού ξεκινοῦσε ἀπό τό κελλί τοῦ ὁσίου καί κατέληγε στόν οὐρανό στρωμένος μέ λαμπρά καί μεταξωτά ὑφάσματα. Παρέστεκαν δέ κατά μῆκος τοῦ δρόμου θαυμαστοί ἄνδρες κρατώντας λαμπάδες καί ὁδηγώντας τόν ὅσιο στόν οὐρανό. Ἕνας ἄλλος λευκοφόρος καί φωτοφόρος ἄνδρας παρέστεκε στόν ὅσιο. Οἱ δύο ἐκεῖνοι ἀσκητές κατάλαβαν ὅτι ὁ ὅσιος Βενέδικτος ἐπρόκειτο νά ἐκδημήση πρός τόν Κύριο, ἡ δέ ὀπτασία φανέρωνε ὅτι ὁ Ἅγιος Βενέδικτος ἀξιώθηκε νὰ ἔχει μεγάλη παρρησία πρὸς τόν Θεό.

Ἀπολυτίκιον (Τῆς ἐρήμου πολίτης)

Τὴν φερώνυμον κλῆσιν ἀληθεύουσαν ἔδειξας, τοῖς ἀσκητικοῖς σου ἀγῶσι, θεοφόρε Βενέδικτε· υἱός γὰρ εὐλογίας τεθηλώς, ἀρχέτυπον ἐγένου καὶ κανών, τοῖς ἐκ πόθου μιμουμένοις τὴν σὴν ζωήν, καὶ ὁμοφώνως κράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Previous Article

Αἱ πολλαπλαὶ ὠφέλειαι τῆς ψυχοσωματικῆς νηστείας

Next Article

ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΜΕΓΑΛΗΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ

Διαβάστε ακόμα