14 Νοεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Κορ. δ’ 9-16

     Δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. α’ 44-52

     Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΟΣ ΦΙΛΙΠΠΟΣ

     Στίς 14 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Ἀποστόλου Φιλίππου, ἑνός ἐκ τῶν δώδεκα Ἀποστόλων. Ὁ Ἀπόστολος Φίλιππος καταγόταν ἀπό τήν Βηθσαϊδά τῆς Γαλιλαίας καί ἦταν συμπολίτης τοῦ Πέτρου καί τοῦ Ἀνδρέα. Στόν χαρακτήρα, ὅπως μᾶς πληροφοροῦν τά Εὐαγγέλια, ἦταν συνετός, ζοῦσε μέ παρθενία διαβάζοντας τόν Νόμο καί τούς προφῆτες καί ἦταν αὐτός πού προσκάλεσε τόν Ἀπόστολο Ναθαναήλ, γιά νά γνωρίση τόν Κύριο. Μετά τήν Πεντηκοστή πῆρε τόν κλῆρο, γιά νά εὐαγγελίση τήν Μικρά Ἀσία, ἔχοντας σάν βοηθούς τόν ἀπόστολο Βαρθολομαῖο καί τήν ἀδελφή του Μαριάμνη. Οἱ ἀπόστολοι ἀφοῦ κήρυξαν στήν Λυδία καί στήν Μυσία, ὑποφέροντας πολλούς πειρασμούς καί κακοπάθειες, ἐρχόμενοι στήν Ἱεράπολη τοὺς συνέλαβαν οἱ εἰδωλολάτρες καί ἀφοῦ τοὺς βασάνισαν, τόν μέν ἀπόστολο Βαρθολομαῖο καί τήν Μαριάμνη τούς κρέμασαν, τόν δέ ἀπόστολο Φίλιππο τόν κάρφωσαν κατακέφαλα ἀπό τούς ἀστραγάλους πάνω σέ ξύλο καί ἔτσι προσευχόμενος παρέδωσε τήν ψυχή του στόν Κύριο. Ἡ Παράδοση μᾶς λέγει, ὅτι μόλις ὁ ἅγιος Ἀπόστολος ἐξέπνευσε, ἡ γῆ ἐξέβαλε φοβερό ἦχο καί σχίσθηκε παρασύροντας πολλούς εἰδωλολάτρες. Κατόπιν, ἐπειδή φοβήθηκαν πολλοί ἀπό αὐτούς, ἐλευθέρωσαν τούς ἁγίους Βαρθολομαῖο καί Μαριάμνη καί, ἀφοῦ ἐνταφίασαν τό ἱερό Λείψανο τοῦ Ἀποστόλου Φιλίππου, προσῆλθαν στήν πίστη τοῦ Κυρίου.

Previous Article

Πολεμούν την Εκκλησία σπρώχνοντας την στην ανυπαρξία!

Next Article

Η Ιερά Σύνοδος έστειλε επιστολή στους αρμόδιους ότι δεν θα δεχθεί κλειστές εκκλησίες τα Χριστούγεννα

Διαβάστε ακόμα