15 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλιπ. β’ 5-11

    5 Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, 6 ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,  7 ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, 8 καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 9 διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι’ 38-42, ια’ 27-28

  38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.

   ια΄ 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΜΕΤΑΣΤΑΣΙΣ ΤΗΣ ΥΠΕΡΕΝΔΟΞΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ

  Ὅταν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός θέλησε νά παραλάβει κοντά του τήν Παναγία Μητέρα Του, τρεῖς ἡμέρες νωρίτερα τῆς φανέρωσε μέσῳ Ἀγγέλου τή μετάστασή της ἀπό τήν γῆ στόν οὐρανό: “Τάδε λέγει ὁ Υἱός σου· εἶναι καιρός νά παραλάβω τήν Μητέρα μου στόν ἑαυτό μου, γι’ αὐτό μήν ταραχθεῖς, ἀλλά δέξαι μέ εὐφροσύνη τό μήνυμα, ἐπειδή μεταβαίνεις στήν ἀθάνατο ζωή”. Πράγματι ἡ Θεοτόκος χάρηκε πολύ μέ αὐτό τό νέο καί ἀνέβηκε μέ σπουδή στό ὄρος τῶν Ἐλαιῶν γιά νά προσευχηθεῖ. Ὅταν πῆγε ἐκεῖ ἡ Παναγία τήν προσκύνησαν τά ἄψυχα δέντρα, τιμῶντας τήν Κυρία καί Δέσποινα τοῦ κόσμου. Ἐπέστρεψε στό σπίτι της, τό ὁποῖο σείσθηκε ὅλο. Ἄναψε πολλά φῶτα καί ἀφοῦ ευχαρίστησε τόν Θεό, κάλεσε τοῦς συγγενεῖς καί τίς γειτόνισσές της. Καθάρισε τό σπίτι της, εὐτρέπισε τό νεκροκρέββατό της καί ἐτοίμασε ὅλα τά ἀπαραίτητα τοῦ ἐνταφιασμοῦ της. Φανέρωσε δέ καί στίς ἄλλες γυναῖκες τά λόγια τοῦ ἀγγέλου, ἀποδεικνύοντάς τα, δείχνοντας τό κλαδί τοῦ φοίνικα πού τῆς ἔδωσε ὁ ἄγγελος. Οἱ ἄλλες γυναῖκες λυπήθηκαν καί θρηνοῦσαν τήν στέρηση τῆς Ὑπεραγίας Θεοτόκου καί τήν παρακαλοῦσαν νά μήν τίς ἀφήσει ὀρφανές. Ἡ Παναγία μας τίς διαβεβαίωνε ὅτι θά προστατεύει ὄχι μόνο αὐτές, ἀλλά καί ὅλο τόν κόσμο. Ἔπειτα δώρισε τά δύο φορέματα πού εἶχε σέ δύο χῆρες.
   Ὦ τοῦ θαύματος, ἀκούστηκε ξαφνικά μία βροντή καί ἀμέσως ἦρθαν πολλά νέφη, τά ὁποῖα ἔφεραν τοῦς Ἀποστόλους ἀπό τά πέρατα τῆς οἰκουμένης, μαζί μέ τόν Ἅγιο Διονύσιο Ἀρεοπαγίτη, τόν Ἀπόστολο Τιμόθεο καί ἄλλους θεοσόφους ἱεράρχες. Ἔλεγαν πρός τήν Θεοτόκο, “Βλέποντάς σε, ζῶσα καί μένουσα στόν κόσμο, παρηγορούμεθα, σάν νά βλέπαμε τόν Υἱό σου καί Δεσπότη καί Διδάσκαλό μας. Ἐπειδή τώρα μέ τή βουλή τοῦ Υἱοῦ καί Θεοῦ σου, μεταβαίνεις στά ούράνια, θρηνοῦμε καί δακρύζουμε, ἀλλά καί ἀπό τήν ἄλλη μεριά χαιρόμαστε γιά τά οἰκονομούμενα γιά σένα πράγματα”.
   Τότε ἡ Παναγία ἀποκρίθηκε “Ὦ φίλοι καί μαθητές τοῦ Υἱοῦ καί Θεοῦ μου, μή πενθεῖτε καί μή θρηνεῖτε τή χαρά μου, ἀλλά ἐνταφιάσατε τό σῶμα μου, ὅπως θά τό σχηματίσω στό νεκροκρέββατο.” Τότε ἔφτασε ὁ ἀπόστολος Παῦλος καί πέφτοντας στά πόδια της, τήν ἐγκωμίασε καί εἶπε “Χαῖρε ὦ μητέρα τῆς ζωῆς καί ὑπόθεση τοῦ κηρύγματός μου, διότι ἄν καί δέν εἶδα σωματικῶς τόν Υἱόν σου, βλέποντάς σε, νόμιζα ὅτι βλέπω Ἐκεῖνον”. Μετά ἀπό αὐτά ἡ Παρθένος ἀποχαιρέτισε ὅλους, σχημάτισε τό σῶμα της καθώς θέλησε, δεήθηκε καί ἱκέτευσε τόν Κύριο γιά τή σύσταση καί είρήνη ὅλου τοῦ κόσμου, γέμισε ὅλους μέ τήν εὐλογία τοῦ Υἱοῦ της καί ἄφησε τήν παναγία ψυχή της στά χέρια Του. Πρῶτος ὁ ἀπόστολος Πέτρος ξεκίνησε τά ἐπιτάφια ἐγκώμια πρός τήν Παναγία, οἱ δέ λοιποί Ἀπόστολοι σήκωσαν τό πανάχραντο σῶμα της κρατώντας λαμπάδες καί ψάλλοντας ὕμνους γιά νά πᾶνε νά τό ἐνταφιάσουν. Ἄγγελοι ἀκούγονταν νά ψάλλουν στόν οὐρανό· τότε κάποιοι φθονεροί Ἰουδαίοι, προσπάθησαν νά γκρεμίσουν τό ζωαρχικό σῶμα τῆς Θεοτόκου, ματαίως ὅμως, διότι ἄλλος τυφλώθηκε καί ἄλλου κόπηκαν τά χέρια. Χάρις σέ αὐτό τό γεγονός πίστεψαν, μετενόησαν καί θεραπεύθηκαν, ἀκουμπώντας τό ἔνδυμα τῆς Παναγίας.
  Τό πάναγνο σῶμα τῆς Θεοτόκου ἐνταφιάσθηκε στή Γεσθημανῆ, οἱ δέ ὕμνοι τῶν Ἀγγέλων ἀκούγονταν ἐπί τρεῖς ἡμέρες. Κατά θείαν οἰκονομία ὁ ἀπόστολος Θωμᾶς ἔφθασε τήν τρίτη ἡμέρα καί οἱ ὑπόλοιποι Ἀπόστολοι συμφώνησαν νά ἀνοίξουν τόν τάφο τῆς Θεοτόκου γιά νά τήν προσκυνήσει. Βρῆκαν ὅμως τό μνῆμα κενό, ἀπόδειξη ὅτι ἡ Θεοτόκος μετατέθηκε ἀπό τόν τάφο, ὁ ὁποῖος προσκυνεῖται μέχρι σήμερα.

 

Ἀπολυτίκιον

(Ἦχος α΄.)

  Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μεγαλυνάριον

  Παρέστης Παρθένε ἐκ δεξιῶν, τοῦ Παμβασιλέως, ὡς Βασίλισσα τοῦ παντός, περιβεβλημένη, ἀθανασίας αἴγλην, ἀρθεῖσα μετὰ δόξης, πρὸς τὰ οὐράνια.

Previous Article

16 Αὐγούστου

Next Article

14 Αὐγούστου