15 Σεπτεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. θ΄ 12 –ι΄ 7

    12 Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· – 13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ᾿ ὑμῖν. 15 χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.

    ι΄ 1 Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς· 2 δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. 3 Ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· 4 τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· 5 λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, 6 καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. 7 Τὰ κατὰ πρόσωπον βλέπετε! εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ᾿ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς Χριστοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. γ΄ 20-27

     20 Καὶ ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. 21 καὶ ἀκούσαντες οἱ παρ᾿ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη. 22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν; 24 καὶ ἐὰν βασιλεία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· 25 καὶ ἐὰν οἰκία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη. 26 καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾿ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει. 27 οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ Ο ΚΡΗΣ

    Στίς 15 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ Κρητός. Ὁ ἅγιος Ἰωάννης καταγόταν ἀπό τήν Κρήτη καί ἦταν στολισμένος μέ τίς χριστιανικές ἀρετές. Σέ νεαρά ἡλικία πῆγε στήν Νέα Ἔφεσο, ὅπου ἐργαζόταν ὡς γεωργός. Κάποια χρονιά στήν ἑορτή τῆς ἀποτομῆς τοῦ Τιμίου Προδρόμου, συνοδευόμενος ἀπό δύο κρητικούς συντοπίτες του, παραβρέθηκε στήν πανήγυρη, ὅπου οἱ χριστιανοί εἶχαν τήν κακή συνήθεια νά τιμοῦν τόν Πρόδρομο μέ φαγοπότια καί μέθες. Τότε λοιπόν καί ἐνῶ γλένταγαν παρουσιάσθηκαν ἄνθρωποι τοῦ Ἀγᾶ καί ζήτησαν ἀπό τούς δύο ξένους, ὅπως ἦταν συνήθεια, τόν κεφαλικό φόρο. Οἱ κρητικοί ὅμως ἀρνήθηκαν καί ἦλθαν στά χέρια μέ ἀποτέλεσμα νά σκοτωθῆ ἕνας τοῦρκος καί νά τραυματισθοῦν οἱ ἄλλοι. Καί ἐνῶ οἱ δύο κρητικοί ἔφυγαν, γιά νά μή συλληφθοῦν, ὁ Ἰωάννης, ἐπειδή ἦταν ἀθῶος, πῆγε στόν ἀγρό καί ἐργαζόταν. Τήν ἑπόμενη ἡμέρα οἱ ἄνθρωποι τοῦ Ἀγᾶ μέ τόν ἀδελφό τοῦ φονευμένου συνέλαβαν τόν Ἰωάννη, τόν ὁποῖο, ἀφοῦ κτύπησαν, τόν φυλάκισαν μέ τόν κατηγορία ὅτι ἦταν σύντροφος τῶν φονέων. Τέλος ἀποφάσισαν, ἐάν τούρκευε, νά τόν ἐλευθερώσουν καί νά τοῦ προσφέρουν τιμές καί δόξες, διαφορετικά θά τόν κρέμαγαν. Οἱ τοῦρκοι χρησιμοποίησαν τότε κάθε τρόπο γιά νά τόν μεταπείσουν ἀκόμα καί ἡ κόρη τοῦ κριτῆ προσπάθησε νά τοῦ ἀλλάξη γνώμη, ὅμως ὁ στρατιώτης τοῦ Χριστοῦ ἕνα μόνο λόγο ἔλεγε «Χριστιανός γεννήθηκα, Χριστιανός θέλω νά πεθάνω, Ἰωάννης ὀνομάζομαι, δέν ἀλλάζω τήν πίστη μου οὔτε τό ὄνομά μου». Ἔτσι ὁ μάρτυς τοῦ Χριστοῦ Ἰωάννης σέ νεαρά ἡλικία ἀγαλλόμενος, στίς 15 Σεπτεμβρίου τοῦ 1881, κρεμάσθηκε καί ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Τό δέ τίμιο λείψανό του, χάριτι Θεοῦ, τήν νύκτα τοῦ μαρτυρίου εἶχε λουσθῆ μέ οὐράνιο φῶς.

Previous Article

16 Σεπτεμβρίου

Next Article

14 Σεπτεμβρίου