16 Δεκεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Τιμ. δ΄ 9-22

     9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστι μόνος μετ᾿ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φαιλόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβάνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. 16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· 17 ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. 18 καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 22 Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾿ ὑμῶν· ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. η΄30-34

 

     30 Ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ. 31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι. 32 καὶ παῤῥησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησε τῷ Πέτρῳ λέγων· ὕπαγε ὀπίσω μου σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΠΡΟΦΗΤΗΣ ΑΓΓΑΙΟΣ

 

     Στίς 16 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τoῦ ἁγίου προφήτου Ἀγγαίου. Ὁ προφήτης Ἀγγαῖος καταγόταν ἀπό τήν φυλή τοῦ Λευΐ καί γεννήθηκε στήν Βαβυλώνα, ὅταν οἱ Ἑβραῖοι βρέθηκαν ἐκεῖ ὡς αἰχμάλωτοι μετά τήν ἅλωση τῆς Ἱερουσαλήμ τό 586 π.Χ. Ὁ Ἀγγαῖος γύρισε στά Ἱεροσόλυμα μέ τήν ἔκδοση τοῦ διατάγματος τοῦ Κύρου, τοῦ βασιλέα τῶν Περσῶν, τό 538 π.Χ., τό ὁποῖο ἐπέτρεπε σέ ὅλους τούς Ἑβραίους νά ἐπιστρέψουν στὴν Παλαιστίνη. Ἐρχόμενοι οἱ Ἑβραῖοι στήν πατρώα γῆ, παρά τὶς δύσκολες συνθῆκες πού συνάντησαν, ξεκίνησαν τήν ἀνοικοδόμηση τοῦ ναοῦ, ἀλλά οἱ ἐργασίες, παρόλο τόν ἐνθουσιασμό τῶν πρώτων ἡμερῶν διακόπηκαν γιά οἰκονομικούς λόγους καί ἐξ αἰτίας τῶν ἀντιδράσεων τῶν Σαμαρειτῶν. Τότε ἐμφανίζεται ὁ προφήτης Ἀγγαῖος και ὁ προφήτης Ζαχαρίας, γιά νά ἐνισχύσουν μέ τό κήρυγμά τους τόν Ζοροβάβελ, τόν ἀρχιερέα καί τόν λαό, ὥστε νά ξεκινήσουν καί πάλι οἱ ἐργασίες. Γιά τόν Ἀγγαῖο ἡ ἀνάγκη τῆς ἀνοικοδόμησης τοῦ ναοῦ γεννᾶται ἀπό τόν κίνδυνο τῆς ἀφομοιώσεως τῆς ὀλιγάριθμης ἰουδαϊκῆς κοινότητας ἀπό τούς γύρω λαούς. Ἔτσι μέ τήν δημιουργία τοῦ ναοῦ γύρω ἀπό τόν ὁποῖο θά συσπειρωνόταν ὁ ἰουδαϊκός λαός θά διασωζόταν ἡ θρησκευτική καί ἡ ἐθνική ἑνότητά του. Ὅταν ὁ λαός ἀπογοητευόταν καί ἡ κατασκευή τοῦ ναοῦ σταματοῦσε, ὁ προφήτης μέ τόν λόγο του ἐνίσχυε τόν λαό ἐξαγγέλλοντας τήν μελλοντική δόξα τοῦ ναοῦ καί τήν ἀνάδειξή του σέ κέντρο παγκόσμιας εἰρήνης. Ὁ προφήτης ἔζησε καί προφήτευσε περίπου γιά τριάντα ἕξι χρόνια καί ὅταν πέθανε τάφηκε στούς τάφους τῶν ἱερέων, ἐπειδή ἦταν ἀπό γένος ἱερατικό.

Τὸ ἀπολυτίκιο τοῦ Προφήτου ἀναφέρει:
«Προφήτης θεόληπτος, οἷα θεράπων Θεοῦ, τῷ κόσμῳ ἐνδέδειξαι, ἀνακαθάρας τὸν νοῦν, Ἀγγαῖε πανεύφημε• ὅθεν ἑορταζόντων, ἔνθα πέφυκεν ἦχος, ἤρθης ὡς ἑορτάζων, ἐν Θεῷ φερωνύμως• ᾭ, πρέσβευε, θεηγόρε, σῴζεσθαι ἅπαντας».
Πρωτ. Δ.Δ.Τ.

Previous Article

H φάτνη στο Βατικανό και οι Σουμέριοι αστροναύτες

Next Article

Οἱ ναοὶ μας εἶναι «ἰατρεῖα πνευματικά», ἀπαραίτητοι ὅσο εἶναι τὰ Νοσοκομεῖα

Διαβάστε ακόμα