16 Σεπτεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. γ’ 15-22

 ᾿Αδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. τῷ δὲ ᾿Αβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός, καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ ᾿Αβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ Θεός. Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν. ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; μὴ γένοιτο. εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη· ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως ᾿Ιησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ς’ 7-13

 Προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλ᾿ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδεδύσθαι δύο χιτῶνας. καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν·  καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόῤῥοις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι, καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀῤῥώστους καὶ ἐθεράπευον.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Στίς 16 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τῆς μάρτυρος Μελιτινῆς, ἡ ὁποία καταγόταν ἀπό τή Μαρκιανούπολη τῆς Θράκης καί ἔζησε τόν 2ο αἰώνα μ.Χ. Ἡ Μελιτινή ἐργαζόταν δραστήρια γιά τή διάδοση τοῦ Εὐαγγελίου, γεγονός πού προκάλεσε τήν ὀργή τοῦ ἡγεμόνα τῆς Θράκης Ἀντίοχου, σκληροῦ πολεμίου τῶν χριστιανῶν. «Ἐπειδή αἱ ἀπειλαίς δέν ἴσχυσαν νά τήν φοβίσουν, ἡ σύζυγος τοῦ ἡγεμόνος ἀνέλαβε νά τήν πείσει. Πρός τοῦτο τήν ἐδέχθη εἰς τόν οἶκον της καί μετεχειρίσθη ὅλα τά μέσα τῆς ἐπιδεξίας καί μαλακῆς σαγήνης. Ἀλλ᾽ ἡ ἀναλαβοῦσα νά κατισχύσῃ ἐνικήθη. Ἠθέλησε νά κάμῃ εἰδωλολάτριδα τήν Μελιτινήν καί κατέληξεν εἰς τό νά γίνῃ ἡ ἴδια χριστιανή. Ἔπειτα οἱ δύο ὁμοῦ γυναῖκες, ἀποκρύπτουσαι τό γεγονός εἰς τόν Ἀντίοχον, συνειργάσθησαν εἰς τό νά ἑλκύσουν πολλούς εἰς τήν χριστιανικήν πίστιν» μᾶς πληροφορεῖ ὁ Συναξαριστής. Ὅταν ὅμως ὁ Ἀντίοχος ἔμαθε τήν ἀλήθεια, ἀποκεφάλισε τήν Μελιτινή. Πρωτ. Δ.Δ.Τ.

Previous Article

Ιερέας στην Κρήτη συνελήφθη διότι είπε τα αυτονόητα!

Next Article

Φιάσκο με τις μάσκες των 6 εκατομμυρίων!

Διαβάστε ακόμα