16 Ἰανουαρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. γ΄ 4-11

   1 Εἶ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, 2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. 3 ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· 4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, 6 δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· 8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιζ’ 12-19

   12 Εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.

   

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΠΕΥΣΙΠΠΟΣ, ΕΛΑΣΙΠΠΟΣ  ΚΑΙ ΜΕΣΙΠΠΟΣ ΚΑΙ ΝΕΟΝΙΛΛΗ Η ΜΑΜΜΗ ΑΥΤΩΝ

   Στίς 16 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν τρίδυμων ἀδελφῶν καὶ τὴ γιαγιά τους Νεονίλλη, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Καππαδοκία. Ἀσχολοῦνταν μὲ τὰ ἄγρια ἄλογα, ποὺ τὰ ἐξημέρωναν καὶ τὰ χρησιμοποιοῦσαν. Ἦταν εἰδωλολάτρες, ἀλλὰ ὅταν ἡ γιαγιά τους ἔγινε χριστιανή, ἀκολούθησαν καὶ αὐτοὶ τὸ παράδειγμά της. Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ τὴ συνέχεια τῆς ζωῆς τους: «Ἡ ἀλλαγὴ αὕτη τῆς πίστεώς των δὲν ἤργησε νὰ γίνῃ γνωστή. Προκληθέντες νὰ ἀρνηθοῦν τὸν Ἰησοῦν, ἔκαμαν καὶ οἱ τρεῖς ἐπανειλημμένην τὴν ὁμολογίαν τους. Πρὸ τῆς ἐπιμονῆς των ταύτης τοῖς ἐγνωστοποιήθη ὅτι θὰ ριφθοῦν εἰς τὸ πῦρ. Καὶ τοὺς ἔφεραν πρὸς τὰς φλόγας του, ποὺ ὑψώνοντο τεράστιαι, φοβεραί, παμφάγοι. Καὶ ἦσαν εἰς τὸ ἄνθος τῆς ἡλικίας των». Ἡ γιαγιὰ Νεονίλλη, ὅταν πληροφορήθηκε τό μαρτυρικὸ τέλος τῶν τριῶν ἐγγονῶν της, εὐχήθηκε νὰ ἔχει καὶ ἡ ἴδια θεάρεστο τέλος.

Πρωτ. Δ.Δ.Τ.

Previous Article

17 Ἰανουαρίου

Next Article

15 Ἰανουαρίου