18 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. α΄ 1-7

   1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, 4 ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· 5 ὅτι καθὼς περισσσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. 6 εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, 7 εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κα΄ 43-46

   43 Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· 44 καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν. 45 καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· 46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΟΣ ΕΚ ΣΑΜΑΡΙΝΗΣ

   Στίς 18 Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου νεομάρτυρος Δημητρίου ἐκ Σαμαρίνης. Γεννήθηκε στά τέλη τοῦ 18ου αἰώνα στά χωριά τῆς Πίνδου, ἦταν μοναχός καί μαθητής τοῦ Ἁγίου Κοσμᾶ τοῦ Αἰτωλοῦ. Ἀπό εὐαγγελική ἀγάπη περιόδευε στά χωριά τῆς περιοχῆς γιά νά νουθετεῖ καί νά καθυσηχάζει τούς Ἕλληνες. Κάποτε τόν συκοφάντησαν ὡς στασιαστή, τόν ὁδήγησαν σιδηροδέσμιο στόν τοῦρκο προεστό καί ἐκεῖ προσπαθοῦσαν νά τόν ἀναγκάσουν νά κατονομάσει ἀνύπαρκτους συνενόχους, γιά νά κατηγορήσουν τούς χριστιανούς Ἐπισκόπους γιά ψευδή συνομωσία. Οἱ ἀπαντήσεις τοῦ μάρτυρα ἐξόργισαν τούς τούρκους καί ξεκίνησαν ἀπάνθρωπα βασανιστήρια. Οἱ δήμιοι τοῦ ἔμπηξαν σφῆνες στά νύχια, τοῦ ἔσφιγγαν τό κεφάλι μέ ἁλυσίδα, ὥσπου κουράστηκαν καί τόν ἔριξαν στή φυλακή. Ὁ ἅγιος παρακαλοῦσε τόν Κύριο καί τήν Θεοτόκο νά τόν στηρίξουν. Κατόπιν τόν κρέμασαν κατακέφαλα καί ἀπό κάτω ἄναψαν φωτιά. Μετά τοῦ συνέτριψαν τά κόκκαλα καί τέλος τόν ἔκτισαν σέ τοῖχο ἀφήνοντας ἐλεύθερο μόνο τό κεφάλι του. Οἱ ἀπάνθρωποι δήμιοι συνέχιζαν νά τόν τρέφουν, γιά νά παρατείνουν τό μαρτύριό του, ὥσπου τήν δέκατη ἡμέρα παρέδωσε τήν ἁγία του ψυχή. Οἱ τελευταῖες του λέξεις ἦταν “Ἐπίστρεψον ψυχή μου στήν ἀνάπαυσή σου, ὅτι ὁ Κύριος εὐηργέτησέ σε ὅπως τοῦ ἁγίου Βαβύλα Ἀντιοχείας”. Μωαμεθανός, αὐτόπτης μάρτυρας τῶν βασάνων τοῦ ἁγίου, ζήτησε ἀργότερα νά βαπτισθεῖ, ἔγινε Χριστιανός καί μάλιστα μαρτύρησε.

Τό μαρτύριο παρακολούθησε καί κατέγραψε ὁ πρόξενος τῆς Γαλλίας στά Ἰωάννινα Πουκεβίλ.

Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

   Σαμαρίνης τόν γόνον εὐσεβῶν τό κραταίωμα, τόν νεοφανῆ Ἀθλοφόρον, τοῦ Σωτῆρος Δημήτριον, τιμήσωμεν συμφώνως οἱ πιστοί· ἀθλήσας γάρ στερρῶς ὑπέρ Χριστοῦ, Ἐκκλησίας ἀνεδείχθη νέος ἀστήρ, καί τῶν βοώντων πρόμαχος· δόξα τῷ δεδωκότι σοί ἰσχύν, δόξα τῷ σέ θαυμαστώσαντι, δόξα τῷ ἐκλπηροῦντι διά σοῦ, ἡμῶν τά αἰτήματα.

Μεγαλυνάριον

   Χαίροις τῆς Ἠπείρου θεῖος βλαστός, χαίροις Θεσσαλίας, λαμπαδοῦχος ὁ φαεινός· χαίροις ὁ ἀθλήσας, στερρῶς ὑπὲρ Κυρίου, Ὁσιομάρτυς χαῖρε, Χριστοῦ Δημήτριε.

Previous Article

19 Αὐγούστου

Next Article

17 Αὐγούστου