18 Μαρτίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ι΄ 32-38

  32 Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, 33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. 34 καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. 35 Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. 36 ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. 37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. 38 ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. β΄ 14-17

  14 Καὶ παράγων εἶδε Λευΐν τὸν τοῦ Ἀλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ· 15 καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; 17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΤΡΟΦΙΜΟΣ ΚΑΙ ΕΥΚΑΡΠΙΩΝ

   Στίς 18 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου καὶ Εὐκαρπίωνος, οἱ ὁποῖοι ἔζησαν κατὰ τὸν 3ο αἰώνα. «Ἤκμασαν καὶ οἱ δύο κατὰ τοὺς χρόνους τοῦ Διοκλητιανοῦ. Εἰδωλολάτραι κατ᾽ ἀρχάς, ἐδίωκον σκληρὰ τοὺς χριστιανοὺς συμπράττοντες εἰς τὰς φυλακίσεις καὶ τοὺς βασανισμούς των. Ἀλλ᾽ ὁ Χριστὸς ἔκαμε τὸ θαῦμα του καὶ ἐπὶ τῶν διωκτῶν τούτων. Ἡ χάρις του διήνοιξε τὰ ὄμματά των καὶ τοὺς προσείλκυσε πρὸς τὴν πίστιν του. Ἔνθερμοι δὲ τώρα χριστιανοὶ καὶ κήρυκες τοῦ Λυτρωτοῦ των, διελάλουν ἐλευθέρως τὸ ὄνομά του καὶ ἐπροσπαθοῦσαν νὰ πολλαπλασιάζουν τὶς φάλαγγες τῶν ὀπαδῶν του». Ἡ μεταστροφή τους στόν χριστιανισμό ἔγινε μέ θαυματουργικό τρόπο: πηγαίνοντας γιά νά συλλάβουν κάποιους χριστιανούς εἶδαν ἕνα πύρινο σύννεφο, τό ὁποῖο κατέβαινε ἀπό τόν οὐρανό καί ἄκουσαν μία φωνή πού ἔλεγε· “γιατί σπουδάζετε νά φοβερίζετε τούς δούλους μου; Μή πλανᾶσθε, διότι κανείς δέν μπορεῖ νά κυριεύσῃ ἐκείνους, ὅσοι πιστεύουν σ’ ἐμένα· μᾶλλον προσκολληθῆτε μέ τούς δούλους μου καί θά κερδίσετε τήν βασιλεία τῶν οὐρανῶν.” Ἀκούγοντας αὐτήν τή φοβερή φωνή ἔπεσαν κάτω καί δέν τολμοῦσαν οὔτε τά μάτια τους νά σηκώσουν. Ἔλεγαν μόνο, πράγματι, μέγας εἶναι ὁ Θεός πού μᾶς φανερώθηκε σήμερα καί θά εἴμαστε μακάριοι, ἐάν γίνουμε κι ἐμεῖς δούλοι Του. Χάρις στήν ἀποφασιστική μετάνοιά τους, συγχωρέθηκαν οἱ ἁμαρτίες τους καί μέ χαρά ἔλυναν τά δεσμά τῶν χριστιανῶν. Ἡ θεοφιλὴς δράση τους προκάλεσε τὴν ὀργὴ τῶν εἰδωλολατρῶν, οἱ ὁποῖοι τοὺς κατηγόρησαν καὶ ἐπειδὴ ἔμειναν σταθεροὶ στὴν πίστη τους, ὁδηγήθηκαν στὸ θάνατο. Τὰ βασανιστήρια, ποὺ ὑπέφεραν ἦταν φρικτά.

Previous Article

19 Μαρτίου

Next Article

17 Μαρτίου