18 Σεπτεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Κορ. α’ 26-β’ 5

     26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφούς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καί τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. 30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, 31 ἵνα καθὼς γέγραπται, ῾Ο καυχώμενος ἐν Κυρίῳ καυχάσθω.

    β΄ 1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾽ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. 2 οὐ γὰρ ἔκρινά τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ ᾽Ιησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. 3 καί ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, 4 καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, 5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾽ ἐν δυνάμει θεοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

ω. η’ 21-30

    21 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με͵ καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι͵ μήτι ἀποκτενεῖ ἑαυτόν͵ ὅτι λέγει͵ που ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 23 καὶ ἔλεγεν αὐτοῖς͵ Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ͵ ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ͵ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι͵ ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25 ἔλεγον οὖν αὐτῷ͵ σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς͵ τὴν ἀρχὴν ὅ,τι καὶ λαλῶ ὑμῖν· 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ΄ ὁ πέμψας με ἀληθής ἐστι͵ κἀγὼ ἃ ἤκουσα παρ΄ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. 27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 28 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου͵ τότε γνώσεσθε ὅτι ἐγώ εἰμι͵ καὶ ἀπ΄ ἐμαυτοῦ ποιῶ οὐδέν͵ ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατὴρ μου ταῦτα λαλῶ. 29 καὶ ὁ πέμψας με μετ΄ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ πατὴρ͵ ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. 30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΑΡΙΑΔΝΗ

    Στίς 18 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μάρτυρος Ἀριάδνης. Ἡ ἁγία Ἀριάδνη ἔζησε κατά τούς χρόνους τῶν Ρωμαίων αὐτοκρατόρων Ἀδριανοῦ καί Ἀντωνίνου καί ἦταν δούλη σέ κάποιο ἄρχοντα τῆς Φρυγίας τῆς Μικρᾶς Ἀσίας, ὁ ὁποῖος ὀνομαζόταν Τερτύλος. Ὅταν ὁ κύριος της ἔμαθε ὅτι ἡ δούλη του Ἀριάδνη ἦταν χριστιανή τήν ὑποχρέωσε κατά τήν ἡμέρα τῶν γενεθλίων τοῦ γιοῦ του νά θυσιάση στά εἴδωλα. Ἐπειδή ἡ ἁγία ἀρνήθηκε νά θυσιάση στούς ψεύτικους θεούς, τήν ὑπέβαλαν σέ φρικτά βασανιστήρια, ξεσκίζοντας τό σῶμα της μέ σιδερένια νύχια καί, ἔπειτα τήν ἄφησαν ἐλεύθερη. Ἐπειδή ὁ κύριός της τήν πίεζε νά ἀρνηθῆ τόν Χριστό, ἡ ἁγία Ἀριάδνη ἐγκατέλειψε τό ἀφεντικό της. Διωκόμενη ἀπό τούς εἰδωλολάτρες καί βρισκόμενη ἡ ἀοίδιμος σέ δύσκολη θέση προσευχήθηκε πρός τόν Κύριο νά τήν προστατέψη. Τότε, ἄνοιξε μέ θεία προσταγή μία τεράστια πέτρα καί δέχθηκε τήν ἁγία, οἱ δέ διῶκτες της θανατώθηκαν ἀπό ἀγγέλους Κυρίου.

Ἀπολυτίκιον
(Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.)

Τὴ τοῦ Χριστοῦ κυβερνωμένη παλάμη, οὐκ ἐδουλώθης τὴν ψυχὴν Ἀριάδνη, ἀλλὰ ἐλευθέρα γνώμη ἠνδραγάθησας, πᾶσαν γὰρ ἐπίνοιαν, τοῦ ἐχθροῦ καθελοῦσα, στέφος χαριτόπλοκον, ἐκ Θεοῦ ἐκομίσω, ὃν ἐκδυσώπει Μάρτυς ἐκτενῶς, ἐλεηθήναι, τοὺς σὲ μακαρίζοντας.

 

Μεγαλυνάριον

Ἀδούλωτον σώζουσα τὴν ψυχήν, ἐδούλωσας Μάρτυς, δι’ ἀγώνων τὸν δυσμενῆ, καὶ τῆς ἐλευθέρας, Σιὼν πολῖτις ὤφθης, ἐν ᾗ ὦ Ἀριάδνη, ἡμῶν μνημόνευε.

Previous Article

19 Σεπτεμβρίου

Next Article

17 Σεπτεμβρίου