19 Δεκεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. γ΄8-12

8 Προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. 9 ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. 10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά· 11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. 12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾿ ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιγ’ 19-29

Ἡ βασιλεία τοῦ Θεοῦ 19 ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. 20 Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; 21 ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. 22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. 23 εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· 24 ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. 25 ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. 26 τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· 27 καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. 28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω, 29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βοῤῥᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΒΟΝΙΦΑΤΙΟΣ

     Στίς 19 Δεκεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου μάρτυρος Βονιφατίου. Ὁ ἅγιος Βονιφάτιος ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Διοκλητιανοῦ καί ἦταν δοῦλος τῆς κόρης τοῦ Ἀνθυπάτου τῆς Ρώμης, Ἀγλαΐδος. Στόν χαρακτήρα ἦταν πολύ ἐλεήμων καί φιλόξενος, ὅμως τόν κατέτρωγε τό πάθος τῆς μέθης καί τοῦ ἔρωτα πρός τήν κυρία του. Ἡ Ἀγλαΐς ἦταν ἐλεήμων καί ἀγαποῦσε πολύ νά φροντίζη τούς χριστιανούς μάρτυρες. Κάποτε πρόσταξε τόν Βονιφάτιο νά πάη στήν Ἀνατολή, γιά νά φέρη λείψανα ἁγίων μαρτύρων πρός σωτηρία τῶν ψυχῶν των. Ὁ ἅγιος ἐρχόμενος στήν Κιλικία τῆς Μικρᾶς Ἀσίας μέ δούλους καί χρυσάφι βρῆκε ἁγίους χριστιανούς πού μαρτυροῦσαν καί μέ πολύ παρρησία περιποιόταν τίς πληγές τους. Γιά τόν λόγο αὐτό ὁδηγήθηκε στόν ἡγεμόνα, ὅπου ὁμολόγησε μέ θάρρος ὅτι εἶναι χριστιανός. Κατόπιν ἄρχισαν τά βασανιστήρια. Στήν ἀρχή τόν κρέμασαν κατακέφαλα καί καταξέσκισαν τό σῶμα του μέχρι τά κόκκαλα, μετά ἔμπηξαν μυτερά καλάμια στά νύχια του καί τόν ἔριξαν σέ λέβητα μέ μόλυβδο βρασμένο καί τέλος τόν ἀποκεφάλισαν, ὅπου ἀπό τήν τιμία κεφαλή του ἔτρεξε γάλα μέ αἷμα καί ἔτσι πίστευσαν πενῆντα εἰδωλολάτρες στόν Χριστό. Οἱ σύνδουλοί του, ὅταν ἔμαθαν τό γεγονός, ἀφοῦ ἀγόρασαν τό λείψανό του ἀναχώρησαν γιά τήν Ρώμη, ὅπου ἐκεῖ ἡ Ἀγλαΐς τό ἐνταφίασε μέ μεγάλες τιμές. Ἀργότερα ἔκτισε στήν Ρώμη Ναό ἀφιερωμένο στόν ἅγιο Βονιφάτιο, ὁ ὁποῖος ἔγινε πηγή ἰάσεων, ἡ δέ Ἀγλαΐς ἔζησε θεάρεστα μέ ἄσκηση καί προσευχή καί μάλιστα ὁ Θεός τήν ἀξίωσε νά θαυματουργῆ καί ἔτσι παρέδωσε τό πνεῦμα της στόν Κύριο ἐν εἰρήνῃ.

     Τὸ ἀπολυτίκιο τοῦ Μάρτυρος ἀναφέρει:
«Μαρτύρων τὴν εὔκλειαν, ἰχνηλατήσας θερμῶς, Χριστὸν ὡμολόγησας, ἐπὶ ἀπίστων στερρῶς, σοφὲ Βονιφάτιε• ὅθεν καθάπερ πλοῦτον, ἀδαπάνητον Μάρτυς, δέδωκας σοῦ τὸ σῶμα, τῇ σεμνῇ Ἀγλαΐα• ἐξ οὗ τῷ κόσμῳ πηγάζει, ρῶσις καὶ ἔλεος».

Previous Article

Τὰ περὶ «τετελεσμένου γεγονότος» ἀποκλείουν Σύνοδον διὰ τὸ «Οὐκρανικὸν Αὐτοκέφαλον»

Next Article

Βιωματικὴ προσωπογραφία τοῦ πατρὸς Γεωργίου Δ. Μεταλληνοῦ (†19.12.2019)

Διαβάστε ακόμα