2 Ὀκτωβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄Κορ. ς΄ 1-10

   1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς 2 λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας- 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, 4 ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ς’ 31-36

   31 Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΥΠΡΙΑΝΟΣ ΚΑΙ ΙΟΥΣΤΙΝΑ Η ΠΑΡΘΕΝΟΣ

     Στὶς 2 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ ἱερομάρτυρος Κυπριανοῦ καί τῆς παρθένου Ἰουστίνης. Ὁ Ἅγιος Κυπριανός καταγόταν ἀπό τήν Καρχηδόνα τῆς Λιβύης, ζοῦσε ὅμως στήν Ἀντιόχεια, ἀπό τήν ὁποία καταγόταν ἡ Ἁγία Ἰουστίνα καί ἔζησαν τόν 3ο αἰώνα μ.Χ.. Ὁ Ἅγιος Κυπριανός εἶχε λαμπρή παιδεία, ἦταν πλούσιος, εὐγενής καί ἀσχολεῖτο μέ τήν μαγεία. Κάποιος εἰδωλολάτρης, ὀνόματι Ἀγλαΐδας, ἀγἀπησε τήν Ἰουστίνα, ἡ ὁποία ὅμως δέν τόν ἤθελε, διότι ἦταν χριστιανή. Παρεκάλεσε λοιπόν τόν Κυπριανό νά ἀλλάξει τήν γνώμη τῆς κόρης, μεταχειριζόμενος τήν μαγική του τέχνη. Πράγματι ὁ Κυπριανός ἔστειλε πολλές φορές δαίμονες γιά νά γελάσουν τήν Ἰουστίνα καί νά δεχθεῖ τίς προτάσεις τοῦ Ἀγλαΐδα, ἀλλά δέν μπόρεσε νά κατορθώσει τόν σκοπό του. Μέ αὐτόν τόν τρόπο κατάλαβε τήν πλάνη τῆς εἰδωλολατρείας καί στράφηκε μέ ζῆλο στήν χριστιανική πίστη. Ἔκαψε μπροστά στόν ἐπίσκοπο τά μαγικά του βιβλία καί βαπτίσθηκε. Ἐξελέγη Ἐπίσκοπος Καρχηδόνος καί ἀντιμετώπισε πολλά ἐνδοεκκλησιαστικά προβλήματα. Τό 258 δέχτηκε τόν διά ξίφους θάνατον. Μαζί μέ τόν Ἅγιο Κυπριανό συνεορτάζεται καί ἡ παρθένος Ἰουστίνα. «Αὕτη κατηνάλωσε τήν ζωήν της, διακονοῦσα πρός τόν Χριστόν καί τόν πλησίον, ἰδιαιτέρως δέ ὑπέρ τῆς πίστεως καί τῆς ἁγνότητος τῶν παρθένων καί ἔλαβε καί αὕτη τόν μαρτυρικόν θάνατον κατά τόν ἴδιον διωγμόν ἐπί τοῦ αὐτοκράτορος Οὐαλεριανοῦ».

Ἀπολυτίκιον

(Ἦχος γ΄. Θείας πίστεως)

Θείας πίστεως, τῇ φωταυγείᾳ σκότος ἔλιπες, τῆς ἀσεβείας, καί φωστήρ τῆς ἀληθείας γεγένησαι· ποιμαντικῶς γάρ φαιδρύνας τόν βίον σου, Κυπριανέ τῇ ἀθλήσει δεδόξασαι. Πάτερ Ὅσιε, τόν Κτίστην ἡμῖν ἱλέωσαι, ὁμοῦ σύν Ἰουστίνῃ τῇ θεόφρονι.

Μεγαλυνάριον

Πλάνης σοφιστείας ἀπολιπώ, τῆς θείας σοφίας, ἀνεδείχθης φωστήρ λαμπρός, καί σύν Ἰουστίνῃ, Κυπριανέ ἀθλήσας, τῆς ἄνω βασιλείας ἄμφω ἐτύχετε.

Previous Article

3 Ὀκτωβρίου

Next Article

1 Ὀκτωβρίου