20 Δεκεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Τιμ. ε΄ 1-10

   1 Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, 2 πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. 3 Χήρας τίμα τὰς ὄντως χήρας. 4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστι καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. 5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· 6 ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε. 7 καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν. 8 εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. 9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, 10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. θ΄ 42 – ι΄1

   42 καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλὸν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. 45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλὸν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. 47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλὸν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ τοὺς δύο ὀφθαλμοὺς ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν τοῦ πυρός, 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. 49 πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. 50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

ι΄1 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ Ο ΡΑΠΤΗΣ

   Στίς 20 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου νεομάρτυρος Ἰωάννου τοῦ ράπτου. Ὁ ἅγιος Ἰωάννης καταγόταν ἀπό τὸ χωριὸ Μαρίες τῆς Θάσου. Σέ ἡλικία δεκατεσσάρων χρόνων πῆγε στήν Κωνσταντινούπολη κοντά σέ ἕνα ράπτη, γιά νά μάθη τήν τέχνη τῆς ραπτικῆς. Κάποια ἡμέρα ὁ μάστοράς του τόν ἔστειλε σέ ἕνα Ἑβραῖο νά ἀγοράση ράμματα, ἐπειδή ὅμως ὁ Ἑβραῖος προσπάθησε νά τόν ἐξαπατήση, ἦλθαν σέ λογομαχία. Λόγῳ τοῦ ὅτι ἦταν ἡ ὥρα τῆς μεσημεριανῆς προσευχῆς καί ὁ Χότζας φώναζε ἀπό τόν μιναρέ, ὁ Ἑβραῖος βρῆκε τήν εὐκαιρία καί κατηγόρησε στούς Ἀγαρηνούς τόν Ἰωάννη ὅτι βρίζει τήν πίστη τους. Αὐτοί τόν ἔδειραν βάναυσα καί τόν ὁδήγησαν στόν Βεζύρη μέ τήν κατηγορία ὅτι ἔβρισε τήν θρησκεία τους, τό παιδί ὅμως ὁρκιζόταν ὅτι τόν συκοφάντησε ὁ Ἑβραῖος. Ὁ Βεζύρης, ἐπειδή λυπήθηκε τόν Ἰωάννη, τοῦ εἶπε ὅτι, ἐάν γίνει Τοῦρκος θά γλυτώσει τήν ζωή του καί θά τοῦ χαρίσει πολλά πλούτη. Ὁ Ἰωάννης ὅμως εἶπε μέ θάρρος «Δέν πρόκειται ποτέ νά ἀρνηθῶ τόν γλυκύτατό μου Ἰησοῦ Χριστό, ἀκόμη καί ἐάν μοῦ κάνετε χιλιάδες βασανιστήρια, ἀκόμη καί ἄν μοῦ χαρίσετε τό βασίλειό σας ὁλόκληρο». Ὁ Βεζύρης βλέποντας τό ἀμετάθετο τῆς γνώμης του διέταξε νά τόν ἀποκεφαλίσουν. Ὁ δήμιος, θέλοντας νά φοβίση τόν Ἰωάννη, κατέβαζε τό σπαθί του ἀργά, κόβοντας τόν λαιμό τοῦ μάρτυρος λίγο-λίγο· ὅταν τόν εἶδε ὅμως νά δέχεται τόν θάνατο μέ χαρά, κατέβασε μέ δύναμη τό σπαθί καί ἔκοψε τήν ἁγία κεφαλή τοῦ Ἰωάννη. Ἔτσι, ὁ μακάριος δοῦλος τοῦ Κυρίου, Ἰωάννης, στίς 20 Δεκεμβρίου τοῦ 1652 ἀξιώθηκε νά λάβη τόν στέφανο τοῦ μαρτυρίου καί νά γίνη πολίτης τῆς οὐρανίου βασιλείας.

Previous Article

21 Δεκεμβρίου

Next Article

19 Δεκεμβρίου