20 Νοεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Θεσ. ε’ 9-13, 24-28

     Ὃτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾿ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν. Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς. πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν. Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. Ὁρκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν· ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ις’ 15-18, ιζ’ 1-4

 

     Εἶπεν αὐτοῖς· ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ. Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει. Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾿ οὗ ἔρχεται. λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. προσέχετε ἑαυτοῖς. ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ· καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ πρός σε λέγων, μετανοῶ, ἀφήσεις αὐτῷ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ Ο ΔΕΚΑΠΟΛΙΤΗΣ

 

     Στίς 20 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου Γρηγορίου τοῦ Δεκαπολίτου. Ὁ ὅσιος Γρηγόριος γεννήθηκε τήν ἐποχή τῆς εἰκονομαχίας, καταγόταν ἀπό τήν Ἰσαυρία καί γεννήθηκε ἀπό γονεῖς εὔπορους, ἡ μητέρα του ἦταν εὐσεβής καί φιλόθεος. Ὅταν ἔγινε ὀκτώ χρονῶν ἀφιερώθηκε στήν μελέτη τῶν ἱερῶν γραμμάτων καί σύχναζε καθημερινά στήν ἐκκλησία. Ὅταν δέ ἔφθασε στήν ἡλικία τοῦ γάμου, ἔχοντας πόθο νά ἀφιερωθῆ στόν Χριστό ἀναχώρησε κρυφά γιά τά βουνά τῆς Ἰσαυρίας καί πῆγε σέ ἕνα μοναστήρι, πού ἦταν ἡγούμενος ἕνας εἰκονόφιλος ἐπίσκοπος. Αὐτός τόν ἔστειλε σέ ἐνάρετους μοναχούς νά ἀσκηθῆ στήν ἡσυχία. Ὅταν πέθανε ὁ πατέρας του ἡ μητέρα του τόν προέτρεψε νά μονάση μαζί μέ τόν ἀδελφό του. Ὅμως ὁ ἡγούμενος ἦταν αἱρετικός γιά αὐτό ὁ ἅγιος Γρηγόριος τόν ἤλεγξε μέ παρρησία μπροστά σέ ὅλη τήν ἀδελφότητα. Ἐκεῖνος θυμωμένος τόν κτύπησε καί ἔτσι ὁ ἅγιος ἀναγκάσθηκε νά φύγη γιά ἄλλο μοναστήρι, πού ἦταν ἡγούμενος ἕνας συγγενής του. Ἐκεῖ ἔμεινε 14 χρόνια πολεμώντας τούς δαίμονες καί ἀγωνιζόμενος νά ἀποκτήση ὅλες τίς ἀρετές. Θέλοντας ὁ Κύριος νά τόν δοξάση τόν προέτρεψε νά φύγη.Ἔτσι ὁ ἅγιος Γρηγόριος πῆγε στήν Ἔφεσο, στήν Κωνσταντινούπολη καί ἔχοντας πόθο νά ὁμολογήση τίς ἅγιες εἰκόνες πῆγε στήν Ρώμη καί στήν Σικελία, ὅπου ἐξέπληξε πολλούς μέ τά θαύματα πού ἔκανε. Κατόπιν ξαναγύρισε στήν Κωνσταντινούπολη καί ἀπό ἐκεῖ πῆγε στόν Ὄλυμπο τῆς Βιθυνίας, ὅπου ἀγωνίσθηκε ὑπεράνθρωπα. Κατόπιν πῆγε στήν Θεσσαλονίκη καί μετά στήν Κωνσταντινούπολη, ὅπου προσκύνησε τόν ἅγιο Συμεών τόν ὁμολογητή, πού βρισκόταν φυλακισμένος. Ἐκεῖ κοιμήθηκε ἐν εἰρήνῃ καί ὁ τάφος ἔγινε τόπος προσκυνήματος ἐξ αἰτίας τῶν θαυμάτων πού ἐπιτελοῦσε.

Previous Article

Ή θα δεχτείτε τους παράνομους μετανάστες ή δεν παίρνετε φράγκο

Next Article

Ολοκλήρωση του Β’ Διεθνούς Διαδικτυακού Θεολογικού Συνεδρίου της Πανελληνίου Ενώσεως Θεολόγων

Διαβάστε ακόμα