ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφεσ. α΄ 1-9
1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, 4 καθὼς καὶ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ 5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, 6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, 7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, 8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, 9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. δ΄ 16-22
16 Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, 19 κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΠΡΟΦΗΤΗΣ ΙΩΝΑΣ
Στίς 21 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν προφήτη Ἰωνᾶ. Ὁ προφήτης Ἰωνᾶς ἦταν γιὸς τοῦ Ἀμαθῆ καὶ κατοικοῦσε κοντὰ στὴν Ἄζωτο. Σύμφωνα μὲ τὸ ὁμώνυμο βιβλίο τῆς Παλαιᾶς Διαθήκης προστάχθηκε ἀπὸ τὸν Θεὸ νὰ πάη στὴν Νινευὴ νὰ κηρύξη στοὺς ἁμαρτωλοὺς κατοίκους της τὴν ἐπερχόμενη καταστροφή της. Προσπαθώντας νὰ ἀποφύγη τὴν ἀποστολὴ του δραπετεύει μὲ ἕνα καράβι πρὸς δυτικά. Λόγῳ ὅμως τῆς σφοδρῆς τρικυμίας, ποὺ ξέσπασε, καὶ καταλαβαίνοντας οἱ ναῦτες ὅτι αἴτιός της εἶναι ὁ Ἰωνᾶς ρίπτεται στὴ θάλασσα καὶ ἀμέσως μὲ προσταγὴ τοῦ Θεοῦ καταπίνεται ἀπὸ ἕνα κῆτος. Μετὰ ἀπὸ τρεῖς ἡμέρες, ἀφοῦ τὸν ξέρασε τὸ κῆτος πορεύεται πρὸς τὴν Νινευή. Ἡ παραμονὴ τοῦ Ἰωνᾶ στὴ κοιλία τοῦ κήτους τρεῖς ἡμέρες καὶ τρεῖς νύκτες σύμφωνα μὲ τοὺς πατέρες τῆς Ἐκκλησίας μας προτυπώνει τὴν τριήμερο ταφὴ καὶ Ἀνάσταση τοῦ Κυρίου μας. Ἡ ἀπρόσμενη ὅμως, ἐπιτυχία τοῦ κηρύγματός του, ποὺ προκάλεσε τὴν μετάνοια τῶν κατοίκων τῆς Νινευῆ καὶ τὴν συγχώρεσή τους ἀπὸ τὸν Θεό, τὸν γεμίζει ἀπογοήτευση. Καὶ πάλι μὲ θαυματουργικὸ τρόπο ὅμως διδάσκεται ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ δὲν περιορίζεται στὸν Ἰσραήλ, ἀλλὰ ἐπεκτείνεται σὲ ὅλους ἐκείνους, ποὺ μετανοοῦν καὶ ζητοῦν τὴν βοήθεια τοῦ Θεοῦ. Ὅταν ὁ Ἰωνᾶς ἐγύρισε στὴν πατρίδα του, ἀφοῦ πῆρε τὴν μητέρα του, πῆγε στὴν Ἀσσούρ, περιοχὴ ἀλλοφύλων καὶ ὅταν αὐτὴ πέθανε, πῆγε νὰ κατοικήση κοντὰ στὴν Βάλανον τῆς Δεβόρρας, ὅπου πέθανε καὶ ἐνταφιάσθηκε στὸ σπήλαιο τοῦ Κενεζαίου.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)
Σάλπιγξ εὔηχος, θείων κριμάτων, κόσμῳ πέφηνας, ἀναφωνοῦσα, Ἰωνᾶ τοῖς Νινευΐταις μετάνοιαν· καὶ συσχεθείς ἐν τῷ κήτει προέγραψας, τὴν τοῦ Σωτῆρος τριήμερον ἔγερσιν· ὅθεν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Μεγαλυνάριον
Βροντή οὐρανία τῆς Νινευΐ, ἡ φωνή σου ὤφθη, μετανοίας τάς ἀπαρχάς, ταύτῃ προξενοῦσα, ὦ Ἰωνᾶ Προφήτα, καί παύουσα κακίας ὁρμήν τήν ἄσχετον.