22 Δεκεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. δ΄1-13

     1 Φοβηθῶμεν οὖν μή ποτε, καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. 2 καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι· ἀλλ᾿ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν. 3 εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. 4 εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω· καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· 5 καὶ ἐν τούτῳ πάλιν· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. 6 ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾿ ἀπείθειαν, 7 πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον, ἐν Δαυΐδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. 8 εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας· 9 ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. 10 ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. 11 Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. 12 Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, 13 καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ι΄ 2-12

 

     2 Προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; 4 οἱ δὲ εἶπον· ἐπέτρεψε Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 5 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός· 7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 8 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ· 9 ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· 10 καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν, καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν· 12 καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΑ Η ΦΑΡΜΑΚΟΛΥΤΡΙΑ

 

      Στίς 22 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας. Ἡ ἁγία Ἀναστασία ἔζησε στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Διοκλητιανοῦ καί καταγόταν ἀπό τήν Ρώμη. Ὁ πατέρας της ὀνομαζόταν Πρεξεστάτος καί ἦταν ἐθνικός. Ἡ μητέρα της Φαύστη, ἐπειδή εἶχε φόβο στόν Θεό, ἀνέθεσε σέ κάποιο θεοσεβῆ χριστιανό, πού ὀνομαζόταν Χρυσογόνος, νά τῆς διδάξη τά ἱερά γράμματα καί τήν πίστη στόν Χριστό. Ὅταν ἔφθασε σέ κατάλληλη ἡλικία τήν συνέζευξαν μέ τόν ἐθνικό Πούπλιο, τόν ὁποῖο ὅμως ἀποστρεφόταν λόγω τῆς ἀπιστίας του. Ἡ ἁγία Ἀναστασία εἶχε ὡς διακόνημα νά ἐπισκέπτεται καί νά φροντίζη τούς ἀσθενεῖς μάρτυρες χριστιανούς πού βρίσκονταν στίς φυλακές, συνοδευόμενη ἀπό μία ὑπηρέτρια καί νά συναναστρέφεται μέ πτωχές καί ἁπλές γυναῖκες. Ὅταν ὁ Πούπλιος ἔμαθε γιά τήν προσωπική της ζωή τήν συνέλαβε καί τήν φυλάκισε. Ἐπειδή ὅμως αὐτός πνίγηκε σέ μία σφοδρή θαλασσοταραχή, ἡ ἁγία Ἀναστασία ἐλευθερώθηκε καί ἀφοῦ μοίρασε τήν περιουσία της στούς πτωχούς ἄρχισε νά ἐπισκέπτεται χωρίς κανένα φόβο τούς φυλακισμένους χριστιανούς, νά τούς φροντίζη, νά τούς ἐνταφιάζη μέ ὅλες τίς πρέπουσες τιμές καί μάλιστα πολλές φορές τούς παρακινοῦσε καί στό μαρτύριο. Γιά τόν λόγο αὐτό οἱ εἰδωλολάτρες ἡγεμόνες τήν συνέλαβαν καί τήν βασάνισαν. Τέλος τήν ἔδεσαν σέ ἕνα πάσσαλο καί ἀφοῦ ἄναψαν τριγύρω φωτιά ἡ ἀοίδιμος Ἀναστασία παρέδωσε τό πνεῦμα της στόν νυμφίο της Χριστό καί ἔτσι ἀξιώθηκε τῆς οὐρανίας μακαριότητος.

Previous Article

Ο Πατριάρχης Βαρθολομαίος είναι ο δημιουργός του νέου Ουκρανικού Σχίσματος

Next Article

Ὁ διωγμός τῶν Χριστουγέννων

Διαβάστε ακόμα