22 Ὀκτωβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Φιλιπ. γ’ 1-8

 

Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. ἀλλ᾿ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι᾿ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. θ’ 49-56

Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν. καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾿ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ· καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.


ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΣΙΟΣ ΑΒΕΡΚΙΟΣ

 

Στίς 22 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ὁσίου Ἀβερκίου, ὁ ὁποῖος ἔζησε τὸν 2ον αἰώνα. «Ἀσπασθεὶς τὴν χριστιανικὴν πίστιν, ἐπιδείξας ἄμεμπτον βίον καὶ διακριθεὶς διὰ τὴν δύναμιν καὶ τὴν καρποφορίαν τῆς διδασκαλίας του, ἐδέχθη διὰ πολλῶν παρακλήσεων τοῦ ποιμνίου τὸν ἐπισκοπικὸν θρόνον τῆς Ἱεραπόλεως ἐν Φρυγίᾳ», ἀναφέρει ὁ Συναξαριστής. Ὁ Ἀβέρκιος συνέχισε τὸ ποιμαντικό του ἔργο μὲ τὸν ἴδιο ζῆλο καὶ ἡ φήμη του διαδόθηκε καὶ σὲ ἄλλες περιοχές. Δὲν περιορίστηκε μόνο στὴ δική του περιοχή, ἀλλὰ ταξίδεψε καὶ σὲ ἄλλες ὅπου ὑπῆρχε ἀνάγκη. Τὰ ἀποτελέσματα ἦταν πάντα θαυμαστά. Παρέδωσε τὸ πνεῦμα του ἔχοντας ἀναπτύξει πλουσιότατο ποιμαντικὸ ἔργο.
Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:
«Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενος, τῇ Ἐκκλησίᾳ ἐκλάμπεις ὡς ἑωσφόρος ἀστήρ, τὴν θεόσδοτον ἰσχὺν φαίνων τοῖς ἔργοις σου• σὺ γὰρ θαυμάτων ἱερῶν, τὰς δυνάμεις ἐνεργῶν, Ἀβέρκιε Ἱεράρχα, πρὸς εὐσεβείας εἰσόδους, τοὺς πλανωμένους καθωδήγησας».
Πρωτ. Δ.Δ.Τ.

Previous Article

Προσπάθησε να γκρεμίσει τον ξύλινο σταυρό εκκλησίας στο Λονδίνο

Next Article

Ἐκεῖνος πού κακοποιεῖ τό σκυλί του, θά κακοποιήσει καί τόν πατέρα του

Διαβάστε ακόμα