23 Νοεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Θεσ. α’ 1-10

     Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾿ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ᾿ οὐρανοῦ μετ᾿ ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾿ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιζ’ 20-25

     Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως, οὐδὲ ἐροῦσιν ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Εἶπε δὲ πρὸς τοὺς μαθητάς· ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. καὶ ἐροῦσιν ὑμῖν· ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε μηδὲ διώξητε. ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπ᾿ οὐρανὸν εἰς τὴν ὑπ᾿ οὐρανὸν λάμπει, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ. πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΑΜΦΙΛΟΧΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΙΚΟΝΙΟΥ

     Στίς 23 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ἅγιο Ἀμφιλόχιο ἐπίσκοπο Ἰκονίου. Ὁ ἅγιος Ἀμφιλόχιος καταγόταν ἀπὸ τὴν Καππαδοκία καὶ ἦταν γόνος ἐπιφανῶν καὶ εὐγενῶν γονέων καὶ ὑπῆρξε φίλος τοῦ μεγάλου Βασιλείου καὶ τοῦ Γρηγορίου τοῦ θεολόγου. Σὲ νεαρὰ ἡλικία ἐγκατέλειψε τὴν πατρίδα του καὶ πῆγε στὴν χώρα τῶν Λυκαόνων, ὅπου ἀσκήτεψε. Ἀφοῦ πέρασε ὅλους τούς ἐκκλησιαστικοὺς βαθμοὺς χειροτονήθηκε ἐπίσκοπος Ἰκονίου μὲ τὴν ψῆφο τοῦ Θεοῦ καὶ τοῦ λαοῦ ἀπὸ τὸν μέγα Βασίλειο τὸ 373 μ.Χ κατὰ τοὺς χρόνους τοῦ Οὐάλεντος καὶ Οὐαλεντινιανοῦ. Ἀπὸ τότε ἐργάστηκε μὲ μεγάλο ζῆλο γιὰ τὸ ποίμνιό του. Ἔγινε σπουδαῖος διδάσκαλος τῆς ὀρθοδόξου πίστεως καὶ ἀντιτάχθηκε κατὰ τῶν αἱρέσεων τοῦ Ἀρείου, Μακεδονίου καὶ Εὐνομίου. Γιὰ τὸν λόγο αὐτὸ ὑπέμεινε πολλοὺς διωγμοὺς καὶ θλίψεις. Πῆρε μέρος στὴν Δευτέρα Οἰκουμενικὴ Σύνοδο τὸ 381μ.Χ, ὅπου πολεμήθηκε ἡ αἵρεση τοῦ πνευματομάχου Μακεδονίου. Χαρακτηριστικὸ εἶναι τὸ τέχνασμα, ποὺ χρησιμοποίησε, γιὰ νὰ ὑποδείξη στὸν μέγα Θεοδόσιο τὶς βλασφημίες τοῦ Ἀρείου. Ἐρχόμενος στὰ ἀνάκτορα ὁ ἅγιος Ἀμφιλόχιος τὸν μὲν Θεοδόσιο τὸν ἐχαιρέτησε ὡς βασιλέα τὸν δὲ γιὸ του Ἀρκάδιο, ὁ ὁποῖος μόλις εἶχε ἀναγορευθῆ Διάδοχος, τὸν ἐχαιρέτησε μὲ κατώτερο τρόπο. Γιὰ τὸν λόγο αὐτὸ ὁ Θεοδόσιος ὀργίσθηκε καὶ θεώρησε τὴν ἀτιμία, ποὺ ὑπέστη ὁ γιός του ὡς προσωπικὴ ἀτιμία. Τότε ὁ σοφὸς Ἀμφιλόχιος ὑπέδειξε στὸν αὐτοκράτορα ὅτι ὁ Θεὸς Πατὴρ κατὰ τὸν ἴδιο τρόπο ἀποστρέφεται καὶ ὀργίζεται μὲ αὐτοὺς, ποὺ βλασφημοῦν θεωρώντας τὸν Υἱὸ Του κατώτερό Του, αὐτὸ δηλαδὴ ποὺ πρέσβευε ὁ Ἄρειος. Ἀπὸ τότε ὁ μέγας Θεοδόσιος κατανόησε τὸ λάθος του καὶ ἐδίωκε τοὺς Ἀρειανούς. Ὁ ἅγιος Ἀμφιλόχιος ἀφοῦ ἐποίμανε τὴν Ἐκκλησία τοῦ Ἰκονίου τὸ ὑπόλοιπο τῆς ζωῆς του καὶ ἀφοῦ συνέταξε γιὰ τὴν Ἐκκλησία σπουδαίους ὀρθοδόξους λόγους ἀναπαύθηκε ἐν εἰρήνῃ σὲ προχωρημένη ἡλικία τὸ 395 μ.Χ.

Previous Article

ΖΗΤΩ Η ΔΗΜΟΚΡΑΤΙΑ ΤΟΥ ΚΥΡΙΑΚΟΥ ΜΗΤΣΟΤΑΚΗ!

Next Article

Η Υπεραγία Θεοτόκος στην πρόσοψη της Βουλής των Ελλήνων

Διαβάστε ακόμα