23 Σεπτεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. δ’ 22-27

 

     22 Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. 24 Ἄτινά ἐστιν ἀλληγορούμενα, αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὅρους Σινᾶ, εἰς δουλείαν γεννῶσα ἥτις ἐστὶν Ἄγαρ· 25 τὸ γὰρ Ἄγαρ Σινᾶ ὅρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. 27 Γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ρῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. α’ 5-25

 

    5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. 6 Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. 7 Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. 8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, 9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11 Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστῷς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12 Καὶ ἐταράχθη Ζαχαρίας ἱδών, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν. 13 Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ, Ζαχαρία· διότι εἱσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. 15 Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, 16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν. 17 Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἡλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. 18 Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γὰρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα. 20 Καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὦν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. 21 Καὶ ἢν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ. 22 Ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός. 23 Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτήν μῆνας πέντε, 25 λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΣΥΛΛΗΨΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

    Στίς 23 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν θαυμαστή σύλληψη τοῦ τιμίου προφήτου Προδρόμου καί βαπτιστοῦ Ἰωάννου. Ὅλοι οἱ δίκαιοι ἄνδρες καί προφῆτες ἀνέμεναν μέ πόθο τή λύτρωση τοῦ ἀνθρωπίνου γένους καί προσεύχονταν θερμά γι’ αὐτό στόν Θεό. Ἕνας ἀπό αὐτούς ἦταν καί ὁ Ζαχαρίας, ὁ ὁποῖος παρακαλοῦσε ἐπίμονα νά ἀξιωθεῖ νά δεῖ τήν ἔλευση τῆς σωτηρίας τοῦ ἀνθρωπίνου γένους. Πράγματι ὁ ἄξιος ἀρχιερέας δέχθηκε τήν ἐπίσκεψη τοῦ ἀρχαγγέλου Γαβριήλ δεξιά ἀπό τό θυσιαστήριο, τήν ὥρα πού θυμίαζε. Βλέποντάς τον, τρόμος τόν κατέλαβε. Ἀκούγοντας τό χαρμόσυνο μήνυμα τῆς παράδοξης σύλληψεως τοῦ Προδρόμου ἀπό την κοιλία τῆς στείρας καί γηραλέας γυναικός του Ἐλισάβετ, ὁ τρόμος ἔδωσε τήν θέση του στήν δυσπιστία, γι’αὐτό τιμωρήθηκε μέ προσωρινή ἀφωνία καί σιωπή, ἔως ὅτου ὀνόμασε τόν υἱό του Ἰωάννη, πού σημαίνει δῶρο, χάρη Θεοῦ. Ὅπως ἀναφέρει λοιπόν ὁ ἅγιος Σωφρόνιος, πατριάρχης Ἱεροσολύμων, ὁ Ἰωάννης βλάστησε στήν ἄγονη γῆ, δηλαδή στήν στείρα μῆτρα τῆς μητέρας του καί κήρυξε στήν Ἰουδαϊκή ἔρημο, δηλαδή στίς ψυχές πού δέν εἶχαν καρπούς πίστεως. Μέ αὐτήν τή θαυμαστή σύλληψη προβεβαίωσε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, τήν δική του ἐν Παρθένῳ ἄσπορη σύλληψη.

 

Άπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)

Ἡ πρώην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι, ἰδοὺ γὰρ συνέλαβες, Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν, χόρευε Ζαχαρία, ἐκβοῶν παρῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλων τίκτεσθαι.

Μεγαλυνάριον

Στεῖρα καί πρεσβῦτις θείᾳ βουλῇ, καρπόν συλλαμβάνει, τόν ὑπέρτερον Προφητῶν, τόν τήν ἀκαρπίαν ψυχῶν μέλλοντα τέμνειν, ἀξίνῃ μετανοίας ὅν μεγαλύνομεν.

Previous Article

24 Σεπτεμβρίου

Next Article

22 Σεπτεμβρίου