23 Ὀκτωβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. α’ 11-19

 

Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.


ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιγ’ 54-58

Ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΙΑΚΩΒΟΣ Ο ΑΔΕΛΦΟΘΕΟΣ

Στίς 23 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου, πρώτου ἐπισκόπου Ἱεροσολύμων, ὁ ὁποῖος καταγόταν ἀπό τήν Ἰουδαία. Οἱ Ἀπόστολοι τιμοῦσαν τόν Ἰάκωβο, γι᾽ αὐτό καί τόν ἀνέδειξαν πρῶτον Ἐπίσκοπον τῆς Ἐκκλησίας τῶν Ἱεροσολύμων. Οἱ ἱστορικοί ἀναφέρουν «ὅτι ὁ Ἰάκωβος ἦτο περίφημος διά τήν δικαιοσύνην του, ἐθεωρεῖτο πρότυπον εὐσεβείας, στερρότητος περί τήν πίστιν, γενναίας στοργῆς πρός τόν λαόν καί τελείας φιλοσοφίας περί τόν βίον. Ἡ δίαιτά του ἐστάθη ἀσκητική. Προσηύχετο δέ γονυκλινής, πάντοτε καί καθικετεύων ὑπέρ τῆς συγχωρήσεως τῶν ἀνομημάτων τοῦ λαοῦ». Ἔργο τοῦ Ἀδελφοθέου εἶναι ἡ Καθολική ἐπιστολή, πού περιλαμβάνεται στήν Καινή Διαθήκη. «Ὀλίγον πρό τῆς πολιορκίας τῶν Ἱεροσολύμων οἱ ἀπιστήσαντες Ἰουδαῖοι ἐλιθοβόλησαν αὐτόν, ἡμιθανῆ δ᾽ ὄντα ἀπετελείωσε τοῦτον γναφεύς τις διά πλήγματος ἰσχυροῦ, ὅπερ κατέφερε κατά τῆς κεφαλῆς του διά ξύλου» (Π. Ν.Τρεμπέλας).
Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:
«Ὡς τοῦ Κυρίου Μαθητής, ἀνεδέξω Δίκαιε τό Εὐαγγέλιον, ὡς Μάρτυς ἔχεις τό ἀπαράτρεπτον, τήν παρρησίαν ὡς Ἀδελφόθεος, τό πρεσβεύειν ὡς Ἱεράρχης• ἱκέτευε Χριστόν τόν Θεόν, σωθῆναι τάς ψυχάς ἡμῶν».
Πρωτ. Δ.Δ.Τ.

Previous Article

ΠΑΤΕΡΙΚΑΙ ΔΙΔΑΧΑΙ

Next Article

Προς ιστορικό δίλημμα η Ελλάδα: Τετελεσμένα, ή σύρραξη

Διαβάστε ακόμα