24 Νοεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλιπ. γ’ 20 – δ’ 3

    20 Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, 21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.

    δ΄ 1 Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί. 2 Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ· 3 ναὶ ἐρωτῶ καὶ σέ, Σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιη΄ 15-17, 26-30

    15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· καὶ ἰδόντες οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 16 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 17 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

     26 εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν. 28 Εἶπε δὲ ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. 29 ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, 30 ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΚΛΗΜΗΣ ΕΠΙΣΚΟΠΟΣ ΡΩΜΗΣ

    Στίς 24 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Κλήμεντος ἐπισκόπου Ρώμης. Ὁ ἅγιος Κλήμης ἔζησε στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Δομετιανοῦ καί καταγόταν ἀπό βασιλικό γένος. Ἀφοῦ ἔγινε κάτοχος ὅλης τῆς ἑλληνικῆς παιδείας, γνώρισε τόν Ἀπόστολο Πέτρο, ἀπό τόν ὁποῖο καί διδάχθηκε τήν ἀληθινή πίστη. Κατόπιν ἔγινε κήρυκας τοῦ Εὐαγγελίου, ἔγραψε τίς διατάξεις τῶν ἁγίων Ἀποστόλων καί τέλος χειροτονήθηκε ἐπίσκοπος Ρώμης. Γιά τόν λόγο αὐτό συνελήφθηκε καί ἐξορίσθηκε στήν περιοχή τῆς Χερσώνας. Ἐκεῖ τοῦ ἔδεσαν μία ἄγκυρα στό λαιμό καί τόν ἔρριξαν στήν θάλασσα καί ἔτσι πνίγηκε καί ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Ὁ Θεός γιά νά δοξάση τόν δοῦλο του κάθε χρόνο στήν ἑορτή του τά νερά τῆς θάλασσας ἀποσύρονταν καί ἐμφανιζόταν τό σκήνωμά του. Ἔτσι οἱ χριστιανοί συναθροίζονταν στόν τόπο ἐκεῖνο καί ἑόρταζαν γιά ἑπτά ἡμέρες τήν μνήμη του. Κατόπιν ἡ θάλασσα ἐπανερχόταν στήν θέση της, μέχρι τό ἑπόμενο ἔτος, ὅπου ἐπαναλαμβανόταν τό θαῦμα. Κάποτε ἔτυχε νά ξεχάσουν κάποιοι γονεῖς τό παιδί τους στόν τάφο τοῦ ἁγίου μέ ἀποτέλεσμα ἡ θάλασσα νά τό καλύψη μέ νερό. Τήν ἑπόμενη χρονιά στήν ἑορτή τοῦ ἁγίου, ὅταν ἡ θάλασσα ἀποσύρθηκε, οἱ γονεῖς βρῆκαν τό παιδί ὑγιές δίπλα στόν τάφο. Μόλις τό ρώτησαν πῶς διαφυλάχθηκε σῶο, τούς ἀπάντησε ὅτι ὁ ἅγιος Κλήμης καθημερινῶς τό προστάτευε ἀπό κάθε κίνδυνο καί τό ἔτρεφε.

Previous Article

25 Νοεμβρίου

Next Article

23 Νοεμβρίου