24 Σεπτεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Τιμ. γ’ 10-15

 

   10 Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχεία, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα! Καὶ ἐκ πάντων μὲ ἐρρύσατο ὁ Κύριος. 12 Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σὲ σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. δ’ 22-30

 

   22 Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; 23 Καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 Εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 Ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετω λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σαρεπτὰ τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὅρους, ἐφ’ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. 30 Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

 

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Στίς 24 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς πρωτομάρτυρος καί ἰσαποστόλου Θέκλης, ἡ ὁποία καταγόταν ἀπό τό Ἰκόνιο τῆς Μικρᾶς Ἀσίας. Ἡ μητέρα της ἦταν φανατική εἰδωλολάτρις, ἡ ὁποία ἀντέδρασε δυναμικά ὅταν πληροφορήθηκε ὅτι ἡ θυγατέρα της ἔγινε χριστιανή καί ἀρνοῦνταν τό γάμο της μέ τόν Θάμυριν, μέ τόν ὁποῖον εἶχε ἀρραβωνιασθεῖ. Ἡ Θέκλα ὁδηγήθηκε στή χριστιανική πίστη ἀπό τόν Ἀπόστολο Παῦλο. Ἄκουγε μέ ἰδιαίτερη προσοχή τά κηρύγματά του. Ἡ ἁγία κατόπιν καταγγελιῶν ὁδηγήθηκε στό μαρτύριο καί συγκεκριμένα στήν πυρά. Ὅμως θαυματουργικῷ τῷ τρόπῳ διεσώθη καί ἀκολούθησε τή συνοδεία τοῦ Ἀποστόλου Παύλου. Πῆγε στήν Ἀντιόχεια, στά Μύρα τῆς Λυκίας, στή Σελεύκεια, ὅπου πολλούς κατήχησε καί τούς προέτρεπε νά βαπτισθοῦν. ᾽Απέθανε σέ ἡλικία 90 ἐτῶν. Τό ἀπολυτίκιο τῆς Ἁγίας ἀναφέρει: « Τοῦ Παύλου συνέκδημος, ὡς καθαρά τήν ψυχήν, καί πρώταθλος πέφηνας, ἐν γυναιξίν εὐκλεῶς, Χριστόν ἀγαπήσασα· σύ γάρ τῆς εὐσεβείας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπέρ φύσιν, Ἰσαπόστολε Θέκλα. Διό σε ὁ Πανοικτίρμων, νύμφην ἠγάγετο». Πρωτ. Δ.Δ.Τ.

Previous Article

25 Σεπτεμβρίου

Next Article

23 Σεπτεμβρίου