ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. β΄ 11-18
11 Ὃ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, 12 λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· 13 καὶ πάλιν· ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ· καὶ πάλιν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. 14 ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾿ ἔστι τὸν διάβολον, 15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. 16 οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. 17 ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. 18 ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. β΄ 24-38
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, 25 λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. 26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, 27 πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυΐδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. 29 ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. 31 καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυΐδ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ. 36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. 38 εἶπε δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Στίς 25 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τόν Εὐαγγελισμό τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας. Μετά τήν πτώση τοῦ Ἀδάμ καί τῆς Εὔας καί τήν ἔξωσή τους ἀπό τόν Παράδεισο, ὁ φιλάνθρωπος Κύριος δέν ἔπαψε νά φροντίζη τό τυραννούμενο ἀνθρώπινο γένος ἀπό τόν Διάβολο καί τήν ἁμαρτία στέλνοντας τούς προφῆτες καί τούς δικαίους του ἀνθρώπους. Αὐτοί ὅμως δέν εἲχαν τήν δύναμη νά λυτρώσουν τόν ἄνθρωπο ἀπό τόν Διάβολο καί νά τόν ὁδηγήσουν στήν αἰώνια ζωή. Γιά τόν λόγο αὐτό ὁ πανάγαθος Θεός σπλαγχνίσθηκε τό δημιούργημά του καί ἔστειλε τόν Υἱό του τόν Μονογενῆ καί τοῦ προσέφερε τήν σωτηρία μέ τήν ἐνανθρώπησή Του. Ἔτσι ὅταν ἦλθε τό πλήρωμα τοῦ χρόνου ὁ Θεός προοικονόμησε νά γεννηθῆ ἡ ἀειπάρθενος Μαρία καί νά διαφυλαχθῆ καθαρή, ὡς ἄξια αὐτοῦ τοῦ μεγάλου μυστηρίου, διαμένοντας στά Ἅγια τῶν Ἁγίων τοῦ ναοῦ τοῦ Σολομώντα, ἕως ὅτου ἐμνηστεύθη τόν μνήστορα Ἰωσήφ. Τό μυστήριο τῆς ἐνανθρωπήσεως ὁ Θεός τό διαφύλαξε κρυφό ὄχι μόνο ἀπό τόν Διάβολο ἀλλά ἀκόμα καί ἀπό τίς ἐπουράνιες Δυνάμεις. Βρισκόμενη ἡ Θεοτόκος στήν Ναζαρέτ τήν ἐπισκέφθηκε ὁ Ἀρχάγγελος Γαβριήλ καί ἀφοῦ τήν προσεφώνησε λέγοντάς της «Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ, εὐλογημένη σύ ἐν γυναιξίν» ἡ Κυρία Θεοτόκος, μετά ἀπό κάποια ταραχή τῆς ψυχῆς καί διαλογισμό καί φόβο, γιά τόν ἀσπασμό αὐτό, πληροφορήθηκε «τήν δι᾽ αὐτῆς ἀνερμήνευτον τοῦ Θεοῦ συγκατάβασιν καί ἀπόρρητον οἰκονομίαν καί πιστεύσασα ὅτι πάντα δυνατά εἰς τό θεῖον αὐτοῦ βούλημα, ἀποκρίνεται ἐν ταπεινώσει· «Ἰδού ἡ δούλη Κυρίου· γένοιτό μοι κατά τό ρῆμα σου».. Καί ἀμέσως, λέγουν οἱ Πατέρες συνέλαβε μέ τρόπο ὑπερφυῆ στήν κοιλία της, μέ τόν ἐρχομό τοῦ Ἁγίου Πνεύματος τό ἴδιο τό δεύτερο πρόσωπο τῆς Ἁγίας Τριάδος, τόν Θεό Λόγο, ὡς τέλειο ἄνθρωπο καί ὡς τέλειο Θεό. Αὐτό τό κοσμοσωτήριο γεγονός ἑορτάζει ἡ ἁγία μας Ἐκκλησία αὐτή τήν ἡμέρα.
Ἀπολυτίκιον
(Ἦχος δ΄)
Σήμερον τῆς σωτηρίας ἡμῶν τό κεφάλαιον, καί τοῦ ἀπ᾽ αἰῶνος Μυστηρίου ἡ φανέρωσις· ὁ Υἱός τοῦ Θεοῦ, Υἱός τῆς Παρθένου γίνεται, καί Γαβριήλ τήν χάριν εὐαγγελίζεται. Διό καί ἡμεῖς σύν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ.
Μεγαλυνάριον
Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων, μετὰ δέους τῇ Μαριάμ. Ὢ τοῦ ξένου τρόπου! ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης σῴζων ὃν ἔπλασε.