25 Σεπτεμβρίου

Share:

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. α’ 7-17

Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἢν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ, ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ, ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

 Λκ. δ’ 22-30

 Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; Καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετω λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σαρεπτὰ τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὅρους, ἐφ’ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Στίς 25 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ὁσίας Εὐφροσύνης. Ἡ ἁγία Εὐφροσύνη ἔζησε κατά τούς χρόνους τοῦ Θεοδοσίου τοῦ μικροῦ καί ὁ πατέρας της ὀνομαζόταν Παφνούτιος. Σέ νεαρά ἡλικία, ποθώντας νά ἀφιερώση τήν ζωή της στόν Κύριο, στήν ἄσκηση καί στήν προσευχή ἐγκατέλειψε τίς χαρές τῆς παρούσας ζωῆς καί πῆγε σέ ἀνδρικό μοναστήρι, γιά νά μή τήν ἀνακαλύψη ὁ πατέρας ντυμένη μέ ἀνδρικά ἐνδύματα καί μέ κουρεμένα τά μαλλιά της. Ἡ ἁγία ἀφοῦ μετονομάσθηκε Σμάραγδος ἀγωνιζόταν μέ μεγάλους κόπους μέχρι πού καταξήρανε τό ἁπαλό καί γυναικεῖο σῶμα της καί ὅλοι τήν θαύμαζαν γιά τήν ἄσκησή της. Ἔτσι κατάφερε ὄχι μόνο νά κρυφτῆ ἀπό τούς συμμοναστές της ἀλλά καί ἀπό τόν ἴδιο τόν πατέρα της πού τήν ἀναζητοῦσε. Ἡ ἁγία Εὐφροσύνη παρέμεινε ἀγνώριστη γιά τριάντα ὀκτώ ὁλόκληρα χρόνια καί λίγο πρίν τήν κοίμησή της κατά θεία πρόνοια ὁ πατέρας της ἐπισκέφθηκε τό μοναστήρι καί τήν ὥρα πού παρέδιδε ἡ ἁγία Εὐφροσύνη τήν ψυχή της στόν Κύριο τοῦ φανέρωσε τό μυστικό της. Ὁ πατέρας της ἀπό ὑπερβολική ἀγάπη πρός τήν κόρη του καί εὐτυχισμένος πού ἀξιώθηκε νά δῆ τήν θυγατέρα του μετά ἀπό τριάντα ὀκτώ χρόνια ἀπαρνήθηκε τόν κόσμο καί τά τοῦ κόσμου καί ἀφιερώθηκε στόν Κύριο καί μάλιστα κατοίκησε στό κελί τῆς ὁσίας Εὐφροσύνης, μέχρι τήν κοίμησή του. Καί ἔτσι παρέδωσε καί ὁ ἅγιος Παφνούτιος ἐν εἰρήνῃ τήν ψυχή του στόν Κύριο.

Previous Article

ΠΑΤΕΡΙΚΑΙ ΔΙΔΑΧΑΙ

Next Article

Ἰδοὺ διατί θὰ κλείσουν καὶ πάλιν οἱ Ἱ. Ναοί μας

Διαβάστε ακόμα