25 Ἰανουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ζ΄ 26 – η΄2

     26 Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, 27 ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. 28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

    η΄ 1 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ι’ 9-16

     9 Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. 11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. 13 ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΥΞΕΝΤΙΟΣ

Στίς 25 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Αὐξεντίου. Ὁ ἅγιος Αὐξέντιος καταγόταν ἀπό τήν περιοχή τῶν Ἰωαννίνων, ἀπό γονεῖς εὐσεβεῖς. Σέ νεαρή ἡλικία πῆγε στήν Πόλη καί δούλευε ὡς γουναράς. Κάποτε, παρασυρόμενος ἀπό τόν διάβολο, κατατάχθηκε στά Βασιλικά καράβια καί δελεαζόμενος ἀπό τούς συντρόφους του ζοῦσε ἁμαρτωλή ζωή μέχρι πού κατηγορήθηκε ψευδῶς ὅτι ἀρνήθηκε τόν Χριστό. Τότε ἔφυγε κρυφά καί ξαναγύρισε στήν Πόλη, ὅπου ἀγόρασε ἕνα καΐκι καί ἀφοῦ μετανόησε γιά τίς πράξεις του, ἄναψε μέσα του πόθος μεγάλος νά μαρτυρήση. Ὅταν κάποτε συνάντησε τόν εὐλαβῆ σύγκελλο τοῦ Πατριαρχείου τοῦ φανέρωσε τόν πόθο του, αὐτός, φοβούμενος νά μή δειλιάση, τοῦ ὑπέδειξε νά γίνη μοναχός. Ἔτσι, συνέχισε νά ἐργάζεται καί περνοῦσε τήν ζωή του μέ νηστεῖες καί προσευχή, ἕως ὅτου παρουσιάσθηκε στό Βασιλικό καράβι πού ἦταν καί ὁμολόγησε μέ παρρησία ὅτι ἦταν χριστιανός. Οἱ σύντροφοί του τότε τόν κτύπησαν ἀνελέητα καί τόν ὁδήγησαν στόν κριτή, ὁ ὁποῖος βλέποντας τήν ἀμετακίνητη πίστη του πρόσταξε νά τόν κτυπήσουν μέ τριακόσιες ξυλιές στά πόδια καί νά τόν φυλακίσουν. Βρισκόμενος στήν φυλακή τόν ἐπισκέφθηκε ὁ σύγκελλος, ὁ ὁποῖος, ἀφοῦ τόν ἐνθάρρυνε, τόν κοινώνησε. Ὁ μάρτυρας τήν ἑπόμενη ἡμέρα ὁδηγήθηκε στό δικαστήριο καί ὁμολόγησε καί πάλι ὅτι εἶναι χριστιανός, μέ ἀποτέλεσμα νά διατάξη ὁ Βεζύρης νά τόν ἀποκεφαλίσουν. Ἔτσι, στίς 25 Ἰανουαρίου τοῦ 1720 ὁ ἅγιος Αὐξέντιος σέ ἡλικία τριάντα χρονῶν ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου, ἐνῶ οὐράνιο φῶς ἔλουζε τό μαρτυρικό λείψανό του. Τήν ἑπόμενη ἡμέρα εὐλαβεῖς χριστιανοί τό ἐνταφίασαν μέ τιμές στό Ναό τῆς Ζωοδόχου Πηγῆς.

Ἀπολυτίκιον 

  (Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.)

Τῆς Ἠπείρου τόν γόνον καί θεῖον βλάστημα, ὡς Χριστοῦ Ἀθλοφόρον καί νέον Μάρτυρα, εὐφημοῦμέν σε πιστῶς Μάρτυς Αὐξέντιε· σύ γάρ ἀθλήσας ἀνδρικῶς, ἐτροπώσω τόν ἐχθρόν, καί δόξης μετέσχες θείας, διά παντός ἱκετεύων, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.

Μεγαλυνάριον

Ζήλῳ τῶν Μαρτύρων πυρποληθείς, ἤθλησας νομίμως, καί κατῄσχυνας τόν ἐχθρόν· ὅθεν, σε γεραίρει, Ἤπειρος ἡ πατρίς σου, ἥν σκέπε πάσης βλάβης, Μάρτυς Αὐξέντιε.

Previous Article

26 Ἰανουαρίου

Next Article

24 Ἰανουαρίου