27 Σεπτεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Κορ. ς’ 1-10

 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ε’ 1-11

 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι’ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλὸς εἰμι, Κύριε· Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοῖ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Στίς 27 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν ἁγία Παρθενομάρτυρα Ἀκυλίνα τὴν νέα, ἡ ἄθληση τῆς ὁποίας ἔγινε τὸ 1764. Ἡ ἁγία Ἀκυλίνα καταγόταν ἀπὸ τὸ Ζαγκλιβέρι τῆς Θεσσαλονίκης. Ὁ πατέρας της, ἐπειδὴ σκότωσε κάποιο Ἀγαρηνό, γιὰ νὰ ἀποφύγη τὸν θάνατο ἀρνήθηκε τὴν πίστη του στὸ Χριστὸ καὶ ἔγινε Μωαμεθανός. Γιὰ τὸν λόγο αὐτὸ ἡ ἁγία ἀνατράφηκε ἀπὸ τὴν φιλόθεη μητέρα της μὲ μεγάλη εὐσέβεια. Σὲ ἡλικία δέκα ὀκτὼ χρονῶν ἐκβιάσθηκε ἀπὸ τὸν ἐξωμότη πατέρα της νὰ ἀρνηθῆ τὴν πίστη στὸν Χριστό. Ἡ ἁγία ὅμως ἔμεινε ἑδραία στὴν πίστη της καὶ ἀπέκρουσε τόσο τὶς κολακεῖες, ὅσο καὶ τὶς ἀπειλὲς τοῦ πατέρα της. Ἔτσι ὁ δυσσεβής πατέρας τὴν παρέδωσε στοὺς Τούρκους, οἱ ὁποῖοι τὴν ὑπέβαλαν σὲ φρικτὲς μαστιγώσεις, μὲ ἀποτέλεσμα νὰ καταξεσχισθῆ ὅλο τὸ σῶμα της. Παρ΄ ὅλους τούς βασανισμοὺς, ποὺ ὑπέστη, ἡ ἁγία Ἀκυλίνα ὁμολογοῦσε μὲ παρρησία τὸ ὄνομα τοῦ Κυρίου μας. Λίγο πρὶν τὸ τέλος της οἱ Τοῦρκοι τὴν παρέδωσαν στὴν μητέρα της, τὴν ὁποία διαβεβαίωσε ὅτι ἔμεινε πιστὴ στὶς μητρικές της ὑποθῆκες. Ἐνῶ συνομιλοῦσε μέ τήν μητέρα της ἐκοιμήθη ἐν Κυρίῳ. Μάλιστα, ὅταν τὸ σῶμα της πορευόταν πρὸς τὴν ταφὴ, οὐράνια εὐωδία ἀπέπνεε καὶ κατὰ θαυμαστὸ τρόπο, ἀφοῦ ἐτάφη, ἕνας λαμπρὸς ἀστέρας ἦλθε καὶ στάθηκε πάνω ἀπὸ τὸν τάφο, γιὰ νὰ ὑποδείξη τὴν δόξα ποὺ ἔτυχε ἡ νύμφη τοῦ Χριστοῦ ἀπὸ τὸν Νυμφίο Χριστό.

Previous Article

28 Σεπτεμβρίου

Next Article

26 Σεπτεμβρίου