27 Φεβρουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Τιμ. ς΄ 11-16

     11 Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. 12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. 13 παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15 ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, 16 ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λουκ. κ΄ 45 – κα΄ 4, η΄ 8

     45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπε τοῖς μαθηταῖς αὐτοῦ· 46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 47 οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα.

     κα΄ 1 Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. 2 εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά, 3 καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· 4 ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε.
η΄ καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΠΡΟΚΟΠΙΟΣ Ο ΔΕΚΑΠΟΛΙΤΗΣ

     Στίς 27 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου καί ὁμολογητοῦ Προκοπίου τοῦ Δεκαπολίτου. Ὁ ὅσιος Προκόπιος ἔζησε κατά τούς χρόνους τοῦ Λέοντος τοῦ Ἰσαύρου τοῦ εἰκονομάχου καί ἀφοῦ ἔγινε μοναχός περνοῦσε ὅλη τήν ζωή του μέ ἄσκηση καί προσευχή, ὥστε καθάρισε τόν ἑαυτό του ἀπό ὅλα τά πάθη καί τίς ἀδυναμίες. Κατόπιν ἔλεγξε μέ πολύ παρρησία καί ἀνδρεία τούς αἱρετικούς εἰκονομάχους, οἱ ὁποῖοι δέν προσκυνοῦσαν τήν ἀνθρώπινη φύση τοῦ Χριστοῦ, πού ἀπεικονίζεται στίς εἰκόνες, ἀφοῦ ἀθετοῦσαν τήν σάρκωση τοῦ Θεοῦ Λόγου. Ἔτσι ὁμολόγησε δημόσια τόν Κύριο ὄχι μόνο μέ τά λόγια ἀλλά καί ὑποφέροντας πολλές θλίψεις καί κακοπάθειες ἀλλά καί κάνοντας πολλά θαύματα, τέλος ἐκδήμησε πρός τόν Κύριο.

Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:

«Φερωνύμως προκόπτων ἐν ἀσκήσει Προκόπιε, ἤρθης ἐκ δυνάμεως Πάτερ, πρὸς ἀθλήσεως ἔλλαμψιν· Χριστοῦ γὰρ τὴν Εἰκόνα προσκυνῶν, Μαρτύρων ἀνεδείχθης κοινωνός· μεθ᾽ ὧν πρέσβευε παμμάκαρ διὰ παντός, ὑπὲρ τῶν ἐκβοώντων σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα».

Previous Article

Γιατί η Αθήνα αρνείται την οριοθέτηση που εισηγείται η Λευκωσία;

Next Article

Πίεση και εξαπάτηση

Διαβάστε ακόμα