28 Ἀπριλίου

Share:

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ματθ. κς΄ 6-16

     6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. 8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη; 9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς. 10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. 14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· 15 τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ

 

     Στά ἅγια Εὐαγγέλια βρίσκουμε τρεῖς γυναῖκες, οἱ ὁποῖες ἄλειψαν τόν Κύριο μέ μύρο. Οἱ δύο ἦταν τίμιες καί σεμνές, ἡ τρίτη ὅμως πόρνη. Οἱ θεῖοι Πατέρες πού μοίρασαν τίς εὐαγγελικές περικοπές σέ ὅλες τίς ἡμέρες τοῦ χρόνου, καθώς τίς παρέλαβαν ἀπό τούς ἁγίους Ἀποστόλους, ὅρισαν νά ἀναγινώσκεται σήμερα ἡ περικοπή τοῦ Εὐαγγελιστῆ Ματθαίου γιά νά διαλαλεῖται σέ ὅλο τόν κόσμο ἡ εύσέβεια καί ἡ φιλοθεΐα ἐκεἰνης τῆς γυναίκας, καθώς ὁ ἴδιος ὁ Ἰησοῦς ἀποφάσισε. Ἡ γυναίκα αὐτή λοιπόν ἦταν τίμια, ἦρθε στό σπίτι ὅπου βρισκόταν ὁ Ἰησοῦς κι ἔφερε μύρο πολύτιμο νάρδου σέ ἀλαβάστρινο δοχεῖο. Ἔσπασε το δοχεῖο κι ἄλειψε τήν κεφαλή τοῦ Χριστοῦ. Βλέποντας οἱ μαθητές ὅτι χύθηκε το μύρο στή γῆ, ἀγανάκτησαν καί ρώτησαν, ποιός ὁ σκοπός αὐτῆς τῆς σπατάλης. Ὁ Ἰησοῦς ἀπολογούμενος ὑπέρ αὐτῆς τῆς γυναίκας, εἶπε ὅτι ἡ μυραλειψία αὐτή ἔγινε γιά τόν ἐνταφιασμό του καί ἀποφάσισε ὅτι ὅπου κηρυχθεῖ τό Εὐαγγέλιο, θά διαλαλεῖται αὐτό τό περιστατικό.

    Τά τροπάρια αὐτῆς τῆς ἡμέρας μιλοῦν ὅμως γιά τήν ἁμαρτωλή γυναίκα, ἴσως διότι κατ’ αὐτόν τόν τρόπο παρέχεται περισσότερο ὑλικό στά νοήματα τῶν ἀσμάτων καί προκαλοῦν πολλή κατάνυξη καί ὠφέλεια, εἰδικά δέ τό δοξαστικό ποίημα “Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή…”

 

 

Ἀπολυτίκιον (Ἦχος πλ. δ’.)

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Κοντάκιον

Ὑπέρ τήν πόρνην, ἀγαθέ, ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα· ἀλλά σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος τούς ἀρχάντους σου πόδας, ὅπως μοι τήν ἄφεσιν, ὡς Δεσπότης, παράσχῃς τῶν ὀφλημάτων κράζοντι, Σωτήρ· Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.

Previous Article

29 Ἀπριλίου

Next Article

27 Ἀπριλίου