28 Ἰουνίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. β΄ 28 – γ΄ 18

   28 Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, 29 ἀλλ᾿ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾿ ἐκ τοῦ Θεοῦ.

   γ΄ 1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; 2 πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. 3 τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; 4 μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 5 εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. 6 μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; 7 εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι, 8 καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθὼς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρῖμα ἔνδικόν ἐστι. 9 Τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾿ ἁμαρτίαν εἶναι, 10 καθὼς γέγραπται ὅτι οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, 11 οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· 12 πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 13 τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· 14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· 15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, 16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. 18 οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ς΄ 31-34, ζ΄ 9-11

    31 Μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

    ζ΄ 9 ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 εἰ οὗν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΑΝΑΡΓΥΡΟΙ ΚΥΡΟΣ ΚΑΙ ΙΩΑΝΝΗΣ

     Στίς 28 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν εὕρεση τῶν τιμίων λειψάνων τῶν ἁγίων μαρτύρων καὶ Ἀναργύρων Κύρου καὶ Ἰωάννου. Οἱ ἅγιοι μάρτυρες καὶ θαυματουργοὶ Ἀνάργυροι καὶ ἰατροὶ ἔζησαν κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Διοκλητιανοῦ, καὶ ὁ μὲν Κύρος καταγόταν ἀπὸ τὴν Ἀλεξάνδρεια ὁ δὲ Ἰωάννης ἀπὸ τὴν Ἔδεσσα. Οἱ ἅγιοι αὐτοὶ Ἀνάργυροι περιέρχονταν τὶς πόλεις ἰατρεύοντας κάθε εἶδος ἀσθένειας καὶ κηρύττοντας τὸν Χριστὸ ὡς Θεὸ ἀληθινό. Ὅταν ἐμφανίστηκαν σὲ κάποιο τοπικὸ ἄρχοντα καὶ ὁμολόγησαν τὸν Χριστὸ ὑπεβλήθηκαν σὲ διάφορα βασανιστήρια καὶ τέλος ἀποκεφαλίστηκαν καὶ ἔλαβαν τὸν στέφανο τοῦ μαρτυρίου. Τὰ ἱερά λείψανά τους μὲ ἐπιμέλεια κρύφτηκαν ἀπὸ τοὺς πιστούς, γιὰ νὰ τὰ προστατεύσουν ἀπὸ τὴν ἀσέβεια τῶν εἰδωλολατρῶν. Τὴν ἐποχὴ τοῦ αὐτοκράτορα Ἀρκαδίου, κατά τήν ὁποία Πατριάρχης στὴν Ἀλεξάνδρεια ἦταν ὁ Θεόφιλος, εὑρέθηκαν, παρέχοντας τὴν ἴαση σὲ πολλὲς ἀσθένειες. Αὐτὴν τὴν εὕρεση ἑορτάζουμε σήμερα. Τὰ τίμια λείψανα τῶν ἁγίων ἐφανερώθηκαν ἀπὸ τὴν γῆ ὅπου ἦσαν κρυμμένα, χαρίζοντας τὴν ἴαση σὲ ὅσους προσέρχονταν σὲ αὐτὰ καί τά προσκυνοῦσαν μὲ πίστη.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Θείας πίστεως.)

Θείας χάριτος, τὴ ἐνεργεῖα, ἀναβλύζοντα, θαυμάτων ρεῖθρα, ἀναργύρως τὰ σεπτὰ ὑμῶν λείψανα, ἐκ τῶν λαγόνων τῆς γῆς κόσμω ἔλαμψαν, Κῦρε θεόφρον, Ἰωάννη τὲ ἔνδοξε, ὅθεν ἅπαντες, τὴν τούτων τιμῶντες εὕρεσιν, αἰτοῦμεν δι’ ὑμῶν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

Ρεῖθρα ἰαμάτων παντοδαπῶν, βλύζοντα τῷ κόσμῳ, ἀνεφάνησαν ἐκ τῆς γῆς, ὑμῶν νῦν τά σκήνη, Κῦρε καί Ἰωάννη, ἐξ ὧν ρῶσιν τρυγῶμεν ψυχῆς καί σώματος.

Previous Article

29 Ἰουνίου

Next Article

27 Ἰουνίου