28 Ὀκτωβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. θ’ 1-7

Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ι’ 38-42 ια΄27-28

Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΣΙΟΣ ΣΤΕΦΑΝΟΣ Ο ΣΑΒΒΑΪΤΗΣ

Στίς 28 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ὁσίου Στεφάνου τοῦ Σαββαΐτου, ὁ ὁποῖος ἔζησε τὸν 8ο αἰῶνα. Σὲ νεαρὴ ἡλικία ἔγινε μοναχὸς στὴ λαύρα τοῦ Ἁγίου Σάββα. Δὲν εἶχε γευθεῖ τὶς ἡδονὲς τοῦ κόσμου καὶ χάρις σ’ αὐτὸ το πλεονέκτημα, ἡ πρόοδός του στὰ πνευματικὰ γινόταν εὐκολοτέρα. «Εὑρισκόμενος ὁ Ὅσιος πάντοτε εἰς τὴν ἔρημον, παραδόξως ἡμέρωνε τὰ ἄγρια ζῶα καὶ εἰς τὰς πλησιαζούσας αὐτὸν δορκάδας ἔδιδε τροφὴν μὲ τὰς χεῖρας του. Μίαν φορὰν δέ, ἐπειδὴ ἐδίψησεν ὁ μαθητής του, ἐκτύπησεν ὁ Ὅσιος τὴν γῆν μὲ τὴν ράβδον του καὶ ἀνέβλυσεν ὕδωρ, μὲ τὸ ὁποῖον τὸν ἐπότισε καὶ ἄλλα δὲ σημεῖα ἐποίησε καὶ θαύματα. Ἦτο δὲ ἁπλοῦς τὸ ἦθος, γλυκὺς εἰς τὴν συνομιλίαν, εὐπροσήγορος εἰς τὴν γνώμην. Οὗτος λοιπὸν διαλάμψας πανταχοῦ ὡς ἥλιος μὲ τὴν ἄσκησιν καὶ τὰ θαύματα, καὶ παράδειγμα γενόμενο ἀρετῆς εἰς τοὺς μαθητάς του, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδήμησεν», σημειώνει ὁ Συναξαριστής.
Τὸ ἀπολυτίκιον τοῦ ὁσίου ἀναφέρει:
«Στέφος εἴληφας, τῆς εὐδοκίας, στέφος γέγονας, τῆς Ἐκ κλησίας, ἐπωνύμως παναοίδιμε Στέφανε• σὺ γὰρ ἐνθέοις στεφόμενος χάρισι, δι᾽ εὐσεβείας ποι κίλως διέπρεψας. Πάτερ Ὅ σιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσαθαι ἡμῖν τὸ μέγα ἔλεος».
Πρωτ. Δ.Δ.Τ.

Previous Article

Καμία δέσμευση για την Εκκλησία της Κύπρου η απόφαση του Αρχιεπισκόπου Κύπρου

Next Article

ΕΠΕΤΕΙΟΣ 28ης ΟΚΤΩΒΡΙΟΥ 1940

Διαβάστε ακόμα