29 Σεπτεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. β’ 19- γ’ 7

 Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἶγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου, οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰ τῆς χάριτος τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ε’ 12-16

 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἱδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαι μὲ καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ. Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ’ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Στις 29 Σεπτεμβρίου η Εκκλησία μας τιμά τη μνήμη του οσίου Κυριακού, ο οποίος καταγόταν από την Κόρινθο κι έζησε τον 5ο αιώνα.

Από μικρή ηλικία εστράφη προς τον Εκκλησία μια και είχε θείο, τον τότε επίσκοπο Κορίνθου Πέτρο. Σε ηλικία 18 ετών επισκέφθηκε τα Ιεροσόλυμα και λίγο αργότερα γνώρισε τον Μέγα Ευθύμιο και τον όσιο Γεράσιμο κοντά στον Ιορδάνη ποταμό. Έζησε σε πολλά μοναστήρια και σε ηλικία 40 ετών χειροτονήθηκε πρεσβύτερος στη Λαύρα του Μεγάλου Ευθυμίου.

Έφθασε σε βαθύ γήρας, αιωνόβιος. Υπήρξε “πράος, αναχωρητής, ιλαρός, μειλίχιος, φιλάνθρωπος, ευπρόσιτος, ευσεβής και ψυχωφελής και διδακτικός στος αδελφούς”, όπως σημειώνει ο Συναξαριστής.

Το απολυτίκιον του αγίου αναφέρει:

“Χριστώ ηκολούθησας, καταλιπών τα της γης, και βίον ισάγγελον, επηληθεύσω σαφώς, ως άσαρκος Όσιε· συ γαρ εν ταις ερήμοις, προσχωρών θείω πόθω, σκίλλη πικρά την πάλαι, πικράν γεύσιν απώσω. Διό Κυριακέ θεοφόρε, αξίως δεδόξασται”.

Πρωτ. Δ.Δ.Τ.

Previous Article

Συνέντευξη του π. Σάββα Αγιορείτου στόν Ὀρθόδοξο Τύπο 24-9-20

Next Article

Τρεῖς Ὑπουργοὶ προάγγελοι τῆς πλήρους ἀπαγορεύσεως τῆς Θ. Κοινωνίας!

Διαβάστε ακόμα