3 Ὀκτωβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιζ΄ 16-34

   16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. 17 διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 18 τινὲς δὲ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο αὐτοῖς. 19 ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες· δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. 22 Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη· ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. 23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ Θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. 24 ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, 25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· 26 ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27 ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασι· τοῦ γὰρ καὶ γένος ἐσμέν. 29 γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. 30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, 31 διότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. 32 ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· ἀκουσόμεθά σου πάλιν περὶ τούτου. 33 καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. 34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ς΄ 37-45

  37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. 39 Εἶπε δὲ παραβολὴν αὐτοῖς· μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται; 40 οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. 41 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 42 ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. 43 οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν· 44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν. 45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΧΟΖΕΒΙΤΗΣ

    Στίς 3 κτωβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου Ἰωάννη τοῦ Χοζεβίτου, ἐπισκόπου Καισαρείας. Γεννήθηκε στίς Θῆβες τῆς Αἰγύπτου καί ἡ οἰκογένεια του ἦταν σπουδαία καί φημισμένη. Ἐκάρη μοναχός ἀπό τόν παπποῦ του, τόν ἀπχαιρέτησε καί πῆγε στά Ἱεροσόλυμα. Πλανήθηκε καί δέν δεχόταν τήν τετάρτη οἰκουμενικά σύνοδο τῆς Χαλκηδόνος. Θέλησε κάποτε νά προσκυνήσει τόν Τίμιο Σταυρό, ἀλλά ἐμποδιζόταν. Ἄκουσε φωνή στόν ὕπνο του νά τοῦ λέει, ὅτι ὅσοι δέν βρίσκονται σέ κοινωνία μέ τήν ὀρθόδοξη καθολική ἐκκλησία, εἶναι ἀνάξιοι νά προσκυνήσουν τόν Σταυρό τοῦ Κυρίου. Ξύπνησε λοιπόν, συνειδητοποίησε τό λάθος του καί διορθώθηκε. Βρῆκε ἕνα σπήλαιο σέ δύσβατο καί ἀπόκρημνο τόπο, ὀνόματι Χοζεβᾶ καί ἀσκήτευε ἐκεῖ. Στό ἴδιο μέρος ἀσκήτευε καί κάποιος μεγάλος ἀναχωρητής, ὁ Ἀνανίας. Σέ αὐτόν ἔφεραν κάποτε τόν γυιό ἕνός πλουσίου, διότι ὁ νέος ταλαιπωρεῖτο ἀπό ἀκάθαρτο πνεῦμα. Ὁ ὅσιος Ἀνανίας ἀπό τήν πολλή του ταπείνωση δέν δέχθηκε, ἀλλά συμβούλεψε νά βροῦν τόν ἅγιο Ἰωάννη τόν Χοζεβίτη. Πράγματι τόν βρῆκαν καί μετά ἀπό πολλές παρακλήσεις, ὁ ἅγιος Ἰωάννης προσευχήθηκε ἐπικαλούμενος τό ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλά καί τοῦ ὁσίου Ἀνανία, ἔδιωξε τό ἀκάθαρτο πνεῦμα.

    Μετά ἀπό αὐτό τό περιστατικό, ἡ φήμη του διαδόθηκε σέ ὅλη τήν περιοχή καί χειροτονήθηκε παρά τήν θέλησή του, ἐπίσκοπος Καισαρείας. Μετά ἀπό κάποιο διάστημα ὅμως ἐπέστρεψε στήν ἔρημο, ὅπου ὅμως πάλι φανερώθηκαν ἡ ἀρετή καί ἡ ἁγιότητά του. Δοκίμασε πολλούς καί ἰσχυρούς πειρασμούς, μέ τήν Χάρη τοῦ Θεοῦ ὅμως, τούς ξεπερνοῦσε ὅλους. Ἔλεγε χαρακτηριστικά: “Ἐάν Χριστέ μου, σοῦ εἶναι ἀρεστά αὐτά που περνῶ, σέ εὐχαριστῶ.” Κάποτε θέλησε νά ἐπισκεφθεῖ ἕναν ὀνομαστό ἀσκητή, ὀνόματι Μαρκιανό. Εἶχε ἀποφασίσει ὅμως νά μήν βγαίνει ἀπό τό κελλί του γιά κανέναν λόγο. Ἡ πρόνοια τοῦ Θεοῦ ἔστειλε Ἄγγελο καί ἔφερε τόν Μαρκιανό στο κελλί τοῦ ὅσίου Ἰωάννου. Ἐπτέλεσε ἀναρίθμητα θαύματα καί παρέδωσε εἰρηνικά τήν ψυχή του σέ βαθύ γῆρας.

Previous Article

4 Ὀκτωβρίου

Next Article

2 Ὀκτωβρίου