30 Ἰουλίου 

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Α΄ Κορ. α΄ 10-17

  10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοΐ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 11 ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. 12 λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. 13 μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; 14 εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, 15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. 16 ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. 17 οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ᾿ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Μτθ. ιδ΄ 14-22

14 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. 22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

ΟΙ ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΣΙΛΑΣ, ΣΙΛΟΥΑΝΟΣ, ΕΠΑΙΝΕΤΟΣ, ΚΡΗΣΚΗΣ ΚΑΙ ΑΝΔΡΟΝΙΚΟΣ

    Στίς 30 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Ἐπαινετοῦ, Κρήσκεντος καί Ἀνδρονίκου. Ὁ ἅγιος Σίλας βοήθησε τόν Ἀπόστολο Παῦλο στό κήρυγμά του περισσότερο ἀπό ἄλλους Ἀποστόλους. Μετά ἀπό πολύ καιρό ἔγινε Ἐπίσκοπος Κορίνθου. Κοπίασε πολύ γιά τό ποίμνιό του καί τό στερέωσε στήν πίστη του. Ὁ ἅγιος Σιλουανός ἔγινε Ἐπίσκοπος Θεσσαλονίκης καί ὑπέμεινε πολλούς κινδύνους, διότι οἱ Θεσσαλονικεῖς ἦταν πολύ ἐπιτήδειοι στά σοφίσματα τῶν λόγων. Ὁ ἅγιος Ἐπαινετός ἔγινε Ἐπίσκοπος Καρθαγένης. Μετέβαλε πολλούς εἰδωλολάτρες στήν θεογνωσία, παρά τούς πειρασμούς καί τίς ταλαιπωρίες πού ὑπέστη ἀπό αὐτούς. Τέλος, ὁ ἅγιος Κρήσκης ἔγινε Ἐπίσκοπος Χαλκηδόνος καί ἐργάσθηκε μέ ζῆλο γιά νά βγάλει ἀπό τήν πλάνη τούς ἀνθρώπους.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε)

   Οἱ θεῖοι Ἀπόστολοι, ὡς οὐρανοὶ λογικοί, τὴν δόξαν ἀστράψαντες, τοῦ κενωθέντος ἐν γῇ, συμφώνως ὑμνείσθωσαν, Κρήσκης Σιλουανὸς τε, καὶ ὁ ἔνθεος Σίλας, ἅμα σὺν Ἀνδρονίκῳ, Ἐπαινετὸς ὁ θεόφρων· Χριστὸν γὰρ ἱκετεύουσι, σώζεσθαι ἄπαντας.

Μεγαλυνάριον

   Χαίρετε Ἀπόστολοι τοῦ Χριστοῦ, Ἀνδρόνικε Σίλα, καὶ θεόφρον Σιλουανέ, σὺν Ἐπαινετῷ τε, καὶ Κρήσκεντι τῷ θείῳ, τῆς ἀληθοῦς σοφίας ἐνδιαιτήματα.

Previous Article

31 Ἰουλίου 

Next Article

29 Ἰουλίου