31 Ὀκτωβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β’ Κορ. γ’ 12-18

Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παῤῥησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. ἀλλ᾿ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται, ἀλλ᾿ ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· ἡνίκα δ᾿ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. η’ 16-21

Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΣΤΑΧΥΣ, ΑΠΕΛΛΗΣ, ΑΜΠΛΙΑΣ, ΟΥΡΒΑΝΟΣ, ΝΑΡΚΙΣΣΟΣ ΚΑΙ ΑΡΙΣΤΟΒΟΥΛΟΣ

Στίς 31 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἕξι Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Στάχυος, Ἀπελλοῦ, Ἀμπλίου, Οὐρβανοῦ, Ναρκίσσου καί Ἀριστοβούλου. Ὁ ἅγιος Στάχυς χειροτονήθηκε πρῶτος ἐπίσκοπος Βυζαντίου, στήν σημερινή Κωνσταντινούπολη ἀπό τόν πρωτόκλητο Ἀπόστολο Ἀνδρέα. Μεταξύ τῶν Ἱερῶν Ναῶν, πού ἔκτισε, ἦταν καί αὐτός στήν γειτονική πόλη Ἀργυρούπολη, ὅπου ἐκεῖ ἐδίδασκε τόν λόγο τοῦ Θεοῦ στούς χριστιανούς. Ὁ ἀπόστολος, ἀφοῦ ἐκήρυξε τό Εὐαγγέλιο δεκαέξι χρόνια, ἀναπαύθηκε ἐν Κυρίῳ. Ὁ ἀπόστολος Ἀπελλῆς ἔγινε ἐπίσκοπος Ἡρακλείας, ὅπου πολλούς ἀνθρώπους ἕλκυσε στήν πίστη τοῦ Χριστοῦ, ἡ δέ κοίμησή του ἦταν μακαρία. Οἱ ἀπόστολοι Ἀμπλίας καί Οὐρβανός χειροτονήθηκαν ἐπίσκοποι ἀπό τόν ἀπόστολο Ἀνδρέα, ὁ μέν Ἀμπλίας στήν Ὀδυσσούπολη, ὁ δέ Οὐρβανός στήν Μακεδονία. Οἱ ἅγιοι αὐτοί βρῆκαν μαρτυρικό θάνατο ἀπό τούς εἰδωλολάτρες, ἐπειδή κήρυτταν τόν Χριστό Θεό ἀληθινό καί κατέστρεφαν τά εἴδωλα. Ὁ Ἀπόστολος Νάρκισσος ἔγινε ἐπίσκοπος Ἀθηνῶν, ὅπου κήρυξε τό Εὐαγγέλιο καί ἐμαρτύρησε γι᾽ αὐτό. Τέλος ὁ Ἀριστόβουλος χειροτονήθηκε ποιμένας λογικῶν προβάτων, κήρυξε τόν Κύριο καί εἶχε μακάριο τέλος.

Previous Article

Εκ της πλαγίας οδού προωθούν την καύση των νεκρών!

Next Article

Μόσχα: Μέτρα για την πρόληψη των αμβλώσεων

Διαβάστε ακόμα