4 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ι΄ 28 – ια΄ 8

28 Ἐὰν δέ τις ὑμῖν εἴπῃ, τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῷ; 31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. 32 ἀπρόσκοπτοι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.

ια΄ 1 Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. 2 Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί, ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. 3 θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. 4 πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. 5 πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. 6 εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι κατακαλυπτέσθω. 7 ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι. 8 οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ις΄ 24-28

24 Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 25 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. 26 τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 ἀμὴν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΕΥΔΟΚΙΑ Η ΜΑΡΤΥΣ

     Στίς 4 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μάρτυρος Εὐδοκίας καί τήν ἀνακομιδή τῶν λειψάνων της. Ἡ ἁγία Εὐδοκία καταγόταν ἀπό τήν Ἀνατολή, ὅταν τήν αἰχμαλώτευσαν οἱ Πέρσες καί τήν ὁδήγησαν στήν Περσία, ἐπειδή ἤξερε νά ἑρμηνεύη τήν Ἁγία Γραφή, δίδασκε τά ἱερά γράμματα στούς αἰχμαλώτους καί μάλιστα ὁδήγησε πολλούς Πέρσες στήν πίστη, ἐπειδή εἶχε γίνει φίλη τῶν γυναικῶν τους. Γιά αὐτό συνελήφθηκε καί ἀφοῦ τήν κτύπησαν μέ βούνευρα τήν φυλάκισαν. Ὅταν τήν ἐλευθέρωσαν, ἐπειδή ὁμολόγησε καί πάλι πίστη στόν Χριστό, τήν κτύπησαν ἀνελέητα μέ ραβδιά ἀκανθωτά ἀπό τριανταφυλλιές, ὥστε οἱ σάρκες της διαλύθηκαν, οἱ δέ βασανιστές της κοκκίνισαν ἀπό τά αἵματα· κατόπιν τήν ξαναφυλάκισαν. Ἀφοῦ πέρασαν ἕξι μῆνες τήν ἐλευθέρωσαν καί τήν τύλιξαν σφιχτά μέ σχισμένα καλάμια, τά ὁποῖα εἰσῆλθαν μέσα στίς σάρκες της. Μετά τραβοῦσαν ἀπότομα τά καλάμια, τά ὁποῖα ξεκόλλαγαν μαζί μέ σάρκες, προκαλώντας ἔτσι δυνατούς καί ἀφόρητους πόνους. Τέλος, ἀφοῦ συνέτριψαν τά κόκκαλα τοῦ σώματός της καί βλέποντάς την ἡμιθανῆ τήν ἀποκεφάλισαν καί ἔτσι ἀξιώθηκε ἡ ἁγία Εὐδοκία τῆς οὐρανίου μακαριότητος. Μετά ἀπό μέρες οἱ χριστιανοί ἀνακόμισαν τό τίμιο λείψανό της, τό ὁποῖο ἦταν πηγή ἰαμάτων σέ αὐτούς πού προσέτρεχαν μέ πίστη πρός αὐτό.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Θείας πίστεως.)

Φόβον ἔνθεον, ἀναλαβοῦσα, κόσμου ἔλιπες, τὴν εὐδοξίαν, καὶ τῷ Λόγῳ Εὐδοκία προαέδραμες, οὐ τὸν ζυγὸν τὴ σαρκί σου βαστάσασα, ὑπερφυῶς ἠγωνίσω δι’ αἵματος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Previous Article

5 Αὐγούστου

Next Article

3 Αὐγούστου